1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

10

εἰπεῖν; Ἄρ. εἶπεν· Ὅτι ὁ Θεὸς Πατὴρ ἀγέννητος τυγχάνει, ὁ δὲ Υἱὸς γεννητός ἐστιν. Ἀθ. εἶπεν· Ἡ ἀγέννητος φωνὴ ἐπὶ τοῦ Θεοῦ μόνου τάττεται, ἢ καὶ ἐπὶ ἄλλων τινῶν; Ἄρ. εἶπεν· Ἄλλο τι μὴ γένοιτο φῆσαι ἀγέννητον· ὃ γὰρ ἀγέννητον, τοῦτο καὶ ἄναρχον τυγχά νει. Ἀθ. εἶπεν· Ἡ φωνὴ, ἡ ἀγέννητος, οὐσία ἐστὶν, ἢ οὐσίας σημαντική; Ἄρ. εἶπεν· Οὐσία τυγχάνει. Ἀθ. εἶπεν· Ψεύδῃ· οὐκ ἔστιν οὐσία, ἀλλ' οὐσίας ση μαντική. Ἄρ. εἶπε· Τί σημαίνειν θέλεις; Ἀθ. εἶπεν· Ὅτι οὐ γέγονεν, οὔτε μὴν ἐγεννήθη ἡ τοῦ Θεοῦ οὐσία· ὅθεν προσφόρως λέγομεν ἀγέννητον τὴν οὐσίαν τοῦ Θεοῦ. Εἶτα εἰπέ μοι· Ἀδὰμ ἐγεννήθη, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὐκ ἐγεννήθη, ἀλλ' ἐπλάσθη. Ἀθ. εἶπε· Περὶ τοῦ ἐγεννήθη ἐπηρώτησα, οὐ περὶ τοῦ ἐπλάσθη. Ἄρ. εἶπεν· Οὐκ ἐγεννήθη. Ἀθ. εἶπεν· Οὐκοῦν ἔσται ἄναρχος κατὰ σέ. Ἀλλὰ καὶ ἡ Εὔα οὐκ ἐγεννήθη, ἀλλ' ἐδημιουργήθη. Τί δὲ φῂς καὶ 28.468 περὶ τοῦ μηδέπω γεννηθέντος, γεννητὸν ἢ ἀγέννη τον; Ἄρ. εἶπεν· Ὀρθῶς ἔχειν τὴν ἀγέννητος φωνήν. Ἔσται οὖν ὁ μὲν Πατὴρ ἀγέννητος, ὁ δὲ Υἱὸς γεννητός. Ἀθ. εἶπε· Τί οὖν θέλεις συναγαγεῖν ἐκ τούτου; Ἄρ. εἶπεν· Ὁ Υἱὸς ἐγεννήθη, ναὶ ἢ οὔ; Ἀθ. εἶπεν· Ἐγεννήθη. Ἄρ. εἶπεν· Ὁρᾷς, ὅτιπρὶν ἢ γεννηθῆναι, οὐκ ἦν· εἰ δὲ ἦν, ἀγέννητος ἔσται κατὰ σέ. Εἰ δὲ τοῦθ' οὕτως ἔχει, οὐκ ἔσται γεννητὸς ὁ Υἱός. Ἀθ. εἶπεν· Ὁ Θεὸς ἅμα Πατήρ ἐστι, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· ∆υνάμει μὲν ἀεὶ Πατὴρ, ἐνεργείᾳ δὲ οὐκ ἀεί. Ἀθ. εἶπεν· ∆υνάμει ἦν ὁ κόσμος παρὰ Θεῷ ἀπεράντως, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπεν· Οὐκοῦν ὥσπερ βουλήσει τὸν κόσμον ἐτεκτή νατο ὁ Θεὸς, οὕτως καὶ τὸν Υἱὸν ἐτεκτήνατο κατὰ σέ. Ἄρ. εἶπεν· Οὐχ ὡς τὸν κόσμον· μέμνημαι γὰρ τῶν προαποδεδειγμένων. Ἀλλὰ πρὸ τῶν αἰώνων φημὶ βουλήσει ἐσχηκέναι τὸν Υἱόν· βραχὺ δὲ δίδωμι διάστημα τῆς γεννήσεως τοῦ Υἱοῦ, ἵνα ᾖ γεννητός. Ἀθ. εἶπε· Τὸ Πατέρα εἶναι τὸν Θεὸν καλὸν τυγχά νει, ἢ ψόγος αὐτῷ ἔσται; Ἄρ. εἶπε· Μὴ γένοιτο ψό γον προσάψαι τῷ Θεῷ! ἀλλὰ πάνυ γε καλὸν τὸ εἶναι τὸν Θεὸν Πατέρα. Ἀθ. εἶπεν· Οὐκοῦν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα προέκοψεν ὁ Θεὸς κατὰ σέ. Εἰ γὰρ, μὴ ὢν Πατὴρ, γέγονεν αὖθις Πατὴρ, ἄρα ἐτράπη ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ μέγιστα. Εἰ δὲ ἐρεῖς πρότερον, πρὸ τοῦ Πατέρα αὐτὸν γενέσθαι, τι μιώτερον εἶναι αὐτὸν, ἄρα ἀπὸ τῶν τιμιωτέρων ἐπὶ τὰ χείρονα ἔφθασε. Εἰ δὲ τοῦθ' οὕτως ἔχει, πῶς ἐροῦ μεν ἄτρεπτον τὸ Θεῖον, αὐτοτελὲς, μήτε προκόπτον ἐπὶ τὰ κρείττονα, μήτε μὴν λῆγον εἰς χείρονα ἀπὸ τῶν ἀρίστων; Φθαρτῶν γὰρ ἴδιον τὸ τρέπεσθαι, πὴ μὲν ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρονα, πὴ δὲ ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ ἐντιμότερα. Ἄρ. εἶπε· Ῥιπὴν ὀφθαλμοῦ οὐ θέλεις δοῦναι, ὅτε οὐκ ἦν πρὶν γεννη θῆναι τὸν Υἱόν; Ἀθ. εἶπε· Τὸ μὴ ὂν οὐ δίδωμι. Ἄρ. εἶπε· ∆ιὰ τί; Ἀθ. εἶπεν· Ὅτι γέγραπται· «Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος.» Βραχὺ δὲ ἐὰν δῶ, ὅτι ἦν ποτε καιρὸς, ὅτε οὐκ ἦν, ἔσται πρόσφατος ὁ παρ' ἐμοῦ ὁμολογούμενος· ὅπερ μὴ γένοιτο οὕτως φρονῆ σαι ἄνθρωπον Χριστιανὸν, ὁμολογοῦντα ἐναντία ταῖς θείαις Γραφαῖς! Ἄρ. εἶπε· Ποία ἐναντιότης, ἐὰν εἴ πωμεν ὀφθαλμοῦ ῥιπὴν πρὸ τοῦ γεννηθῆναι μὴ εἶναι, ἵνα μὴ ἀγέννητον νοήσωμεν; Ἀθ. εἶπε· Πολλή μοι ἐναντιότης δείκνυται πρὸς τὴν τῶν θείων Γραφῶν εὐσέβειαν, πανταχοῦ μαρτυρουσῶν, ὅτι Υἱὸς ἀεὶ ἦν, καὶ οὐδέποτε ἦν καιρὸς, ὅτε οὐκ ἦν. Ἢ οὐ δοκεῖ σοι, ἐὰν εἴπωμεν, ἐναντία φρονεῖν ταῖς θεοπνεύ στοις Γραφαῖς; Ἄρ. εἶπε· ∆ός μοι τὰς μαρτυρίας. Ἀθ. εἶπε· Ἄκουε Ἰωάννου λέγοντος· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Τίς ἔλεξε τοιάδε τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων, οἷα καὶ σύ; 28.469 Εἰπέ μοι, εἰ δυνατὸν καὶ εἰς ἔννοιαν λαβεῖν, ὅτι ὁ Λόγος Θεὸς, ἦν ποτε καιρὸς, ὅτε οὐκ ἦν; Εἰ δὲ τοῦτο οὕτω νοηθείη, ἦν ποτε καιρὸς, ὅτε ἄλογος ἦν ὁ Θεὸς Πατήρ. Ἄρ. εἶπε· Προφορικὸν οὖν φῂς τὸν Υἱὸν Λόγον; Ἀθ. εἶπε· Μὴ γένοιτο! Τὸν γὰρ Λόγον ἐγώ φημι ἐνούσιον, καὶ οὐ ῥῆμα διαλυόμενον, οὔτε μὴν προεληλυθότα ἐκ τοῦ Θεοῦ, καὶ πάλιν εἰς τὸν Πατέρα ἀναλυθέντα κατὰ Σαβέλλιον· ἀλλὰ γεννηθέντα ἀῤῥή τως, συνυπάρχειν φημὶ τὸν Υἱὸν τῷ Πατρί. Ὡς