1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

5

τόπον ἕτε ρον πορευομένην. Ἀληθῶς ὀρθῶς ἔχει τοῦτο. Ἀθ. εἶπεν· Λοιπὸν λάβε μοι ἐν νῷ τὸ ῥητὸν, ὅπερ ἔφης, ὅτι ὁ Θεὸς Λόγος ἐκτίσθη. Πόθεν λάβωμεν τὴν ἀρχήν; Οὐ τολμῶ οὕτως ἀφόβως φθέγγεσθαι κατὰ τῆς ἀϊδίου θεότητος τοῦ Υἱοῦ αὐτοῦ. Ἄρ. εἶπεν· Ἐγὼ μὲν ἀπὸ τῶν Γραφῶν τοῦτο λέγω· σὺ δὲ πόθεν ἀΐδιον λέγεις τὸν Υἱόν; Ἀθ. εἶπεν· Ἀπὸ τῶν θεοπνεύστων Γραφῶν ἔμαθον, ὅτι ἀΐδιός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ἄρ. εἶπεν· Ποῖαί εἰσιν αἱ Γραφαὶ, αἱ φάσκουσαι ἀΐδιον τὸν Υἱόν; Ἀθ. εἶπεν· Ἐλθὼν ὁ ἀοίδιμος Παῦλος μαρτυρήσει τῇ ἀληθείᾳ· «Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ ηὐχαρί στησαν.» Ἄρ. εἶπεν· Περὶ τοῦ Πατρὸς λέγει τοῦτο ἡ Γραφή. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ μακάριος ἀπόστολος Παῦλος αἰτιᾶται τοὺς τὸ διὰ σώματος ἐπιφανέντα Θεὸν Υἱὸν Θεοῦ μὴ ἐπεγνωκότας ἀΐδιον θεότητα αὐτοῦ, τοῦ τὸ πᾶν διακοσμήσαντος; ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως δεῖ τὸν δημιουργὸν γνωρισθέντα εὐχαριστηθῆναι. Φανερὸν δέ ἐστιν ὅτι πάντα διὰ τοῦ Λόγου τὰ γεγενημένα γέγονε, καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἕν· ἔδει οὖν καὶ σὲ ἐκ τῆς τῶν στοιχείων ἐναρέτου συμπήξεως ἀναλογίσασθαι τὸν δημιουργὸν ἀναλόγως, καὶ σαυτοῦ ἐπιγνώμονα γενέσθαι, ὅτι ἀϊδίου Θεοῦ τυγχάνει ἔργον ὁ κόσμος, οὐ κτιστῆς δὲ φύσεως, μὴ δυναμένης ἐπαρ κέσαι τοσαῦτα δρᾷν. Ἄρ. εἶπεν· Ἔστω ἀΐδιος ὁ Υἱὸς, ἀλλὰ καὶ ἀϊδίως κτισθεὶς ἔχει τὸ ἀΐδιον. Ἀθ. εἶπεν· Εἰ ἀΐδιός ἐστιν ὁ Υἱὸς, οὐκ ἦν κτίσμα· εἰ δὲ κτίσμα τυγ χάνει, οὐκ ἦν ἀΐδιος. Ἄρ. εἶπεν· Μὴ γὰρ ἐγὼ ἐξ οἰκείας αὐθεντίας ταῦτά φημι· ὁ Υἱὸς εἶπεν, ὅτι πρῶτον πάντων ἔκτισεν αὐτὸν ὁ Θεός. Ἀθ. εἶπεν· Τοῦτό σοι μόνῳ ἀπεκαλύφθη, ἢ καὶ ἄλλοις τὸ περὶ τοῦ Υἱοῦ Θεοῦ μυστήριον; Ἄρ. εἶπεν· «Οὐ πάντων ἡ πίστις· πλὴν οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ ἑτέροις πολ λοῖς ἐγνωρίσθη ἡ πίστις αὕτη. Ἀθ. εἶπεν· Πόθεν ὑμῖν ἀπεκαλύφθη, ἐκ Θεοῦ, ἢ ἐξ ἀνθρώπων· Ἄρ. εἶπεν· Ἐκ Θεοῦ. Ἀθ. εἶπεν· Σὺ αὐτήκοος γέγονας, ἢ ἄλλοι σοι ὑφηγήσαντο περὶ τούτου; Ἄρ. εἶπεν· Οὐκ ἐμοὶ ὑφηγήσαντο, ἀλλὰ πολλοὶ ἅγιοι, ἐν Πνεύματι Θεοῦ λαλοῦντες, ἔφησαν ὅτι ἐκτίσθη ὁ Υἱός. Ἀθ. εἶπε· Τίνες εἰσὶν οὗτοι; Οὐ δυνάμεθα γνῶναι καὶ ἡμεῖς; Ἄρ. εἶπεν· Οἶσθα καὶ αὐτὸς, ὅτι καὶ οἱ προφῆται, καὶ οἱ ἀπόστολοι ἐλάλησαν πολλαχοῦ τὸν Υἱὸν κτί 28.453 σμα εἶναι. Ἀθ. εἶπεν· Ἤκουσά σου λέγοντος πρὸ βραχείας ὥρας, ὅτι ὁ Υἱὸς εἶπεν. Ἄρτι μετέβης εἰς τοὺς προφήτας καὶ ἀποστόλους. Πλὴν ὑφήγησαι ποῖος προ φήτης ἔλεξε τοιάδε περὶ τούτου; Ἄρ. εἶπε· Καὶ νῦν φημι τὸν Υἱὸν λέγειν διὰ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων ὥσπερ καὶ διὰ τοῦ Σολομὼν ἔφη· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Ὁρᾷς, ὅτι πρὸ πάντων ἔκτισεν αὐτὸν ὁ Θεὸς διὰ τὰ δι' αὐτοῦ μέλλοντα γίνεσθαι ἔργα. Ἀθ. εἶπεν· Οὐκοῦν ἡ τῶν κτισμάτων πρόφασις αἰτία γέγονε τοῦ κτισθῆναι τὸν Υἱὸν κατὰ σέ. Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπεν· Ἄρα οὖν τοῦ Θεοῦ ἐντιμότερα τὰ κτιζόμενα παρ' αὐτοῦ; Πῶς χωρεῖ; Εἰ γὰρ ἐκεῖνος διὰ ταῦτα γέγονε, καὶ οὐκ ἐκεῖνα διὰ τοῦτον, κατὰ σὲ, ἀραρότως ἐντιμότερα ταῦτα ἐκείνου· ἀλλὰ μὴ γέ νοιτο οὕτως ἡμᾶς φρονῆσαι! ∆ιὰ γὰρ τὸν Υἱὸν τὰ πάν τα, καθὼς γέγραπται· «Ἔπρεπε γὰρ,» φησὶν ὁ Ἀπόστολος, «δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.» Ἄρ. εἶπε· Σύγγνωθί μοι εἰρηκότι, ὅτι διὰ τὰ ἔργα ἐκτίσθη ὁ Υἱὸς, πλὴν ὅτι ἐκτίσθη πρὸ πάντων. Ἀθ. εἶπε· Τίς ἐκτίσθη πρὸ πάντων τῶν δημιουρ γημάτων; Ἄρ. εἶπεν· Ὁ Υἱὸς, διὰ τοῦτο καὶ πρωτότοκος ἀναγέγραπται. Ἀθ. εἶπεν· Εἴ τις τὸν Σατανᾶν προσκυνεῖ, καλῶς ἢ κακῶς πράττει; Ἄρ. εἶπεν· Ἀσεβὴς καὶ ἄθεος, καὶ μηδὲ τὰς κοινὰς φρένας σώζων τυγχάνει ὁ τοιοῦτος, ὃν οὐκ ἄξιον καλεῖν ἄνθρω πον, ἀλλ' ἀπάνθρωπον. Ἀθ. εἶπεν· Ὁ Θεὸς τῷ Ἰὼβ χρηματίζων, οὕτως ἔφη περὶ τοῦ Σατανᾶ, τουτέστιν· «Ἀρχὴ πλάσματος Κυρίου πεποιημένη ἐμπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου.» Σὺ οὖν τὸ