1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

21

κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.» Τί θέλεις ἐν τῇ Ἐπιστολῇ νοῆσαι; Τίνα Κύριον ὀνομαζόμενον; τὸν τῶν ἁπάντων δεσπότην Θεὸν Πατέρα, ἢ τὸ Πνεῦμα τὸ ἅγιον; Τὸν μὲν γὰρ Χριστὸν ὑπηρίθμησεν. Εἰ μὲν γὰρ τὸν Πατέρα προτάξειας, Θεός ἐστι τὸ Πνεῦμα· εἰ δὲ τὸ Πνεῦμα προομολογήσειας, Κύριος τυγχάνει· εἰ δὲ Κύριός ἐστι, καὶ Θεὸς ὑπάρχει· γέγραπται γάρ· «Ἐγώ εἰμι Κύριος ὁ Θεός σου.» Ζήτησον δὲ, καὶ εὑρήσεις ἁπανταχοῦ γεγραμμένον, ὅτι καὶ τῆς αὐτῆς ἐνεργείας τυγχάνει τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ δόξης οὐκ ἀπέζευκται. Ἄρ. εἶπε· ∆ιὰ τί οὖν ἡ Γραφὴ οὐδαμοῦ λέγει τιμᾶσθαι τὸ Πνεῦμα σὺν Πατρὶ καὶ Υἱῷ; Ἀθ. εἶπεν· Αἱ ἅγιαι Γραφαὶ πάντα σαφῆ διαλέγονται· εἰς ὃ δέ ἐσμεν τοῦ ἐπὶ παρόντος, αἱ ἅγιαι δυνάμεις πᾶσαι, αἱ ἐν τοῖς οὐρανοῖς, ἀπαύστως τιμῶσι τὸ ἅγιον Πνεῦμα, ὡς Ἡσαΐας λέγει, σὺν Πατρὶ καὶ Υἱῷ. Ἄρ. εἶπε· Σὺν Πατρὶ καὶ Υἱῷ οὐ γέγραπται οὐδαμοῦ τιμᾶσθαι τὸ ἅγιον Πνεῦμα. Ἀθ. εἶπε· Πεπλάνησαι. Ἡνίκα εἶδεν Ἡσαΐας τὴν δόξαν Κυρίου, καὶ τὰ στρατόπεδα τῶν ἁγίων δυνάμεων, τί ἔφη λέγειν βοώσας ἐν ταῖς θείαις ὑμνῳδίαις; Οὐχ, «Ἅγιος, ἅγιος, ἅγιος;» ∆ιὰ τί οὔτε ἀνωτέρω τοῦ ἀριθμοῦ τούτου ἐπανιόντα ὑμνοῦσιν, οὔτε μὴ κατωτέρω ὑποβαίνοντα μειοῦσι τὸν αἶνον; Πάντως τῷ μὴ ἐκτὸς τῆς Τριάδος θέμις τοιούτῳ γέρᾳ τιμηθῆναί τινα, μήτε ἐλαττῶσαί τινα τὸν ὕμνον, διὰ τὴν ἁγίαν καὶ μακαρίαν θεότητα τῆς Τριάδος, ἐν μονάδι οὖσαν αὐτάρκη. Ἔτι δὲ καὶ Μωσῆς τίνος ἕνεκεν τὸν λαὸν ἐδίδαξε, τρὶς κάμψαντα ἐπὶ γῆς τὸν αὐχένα καὶ τὰ γόνατα, προσκυνῆσαι; Οὐ διὰ τὴν τῆς Τριάδος προσκύνησιν τῆς ἐν μιᾷ θεότητι; Ἀλλὰ καὶ ὁ θεοφόρος Ἡλίας, τρίτῳ φυσήματι ἐγείρει τὸν υἱὸν τῆς χήρας; οὐδὲν ἕτερον δεικνὺς, ἢ μὴ δύνασθαί τινα τῆς αἰωνίου ζωῆς ἀξιωθῆναι, εἰ μὴ ἄρα πρῶτον ἀναλήψεται τὴν ἰσότιμον καὶ ὁμοούσιον καὶ ζωοποιὸν Τριάδα διὰ τῆς σεβασμιωτάτης πίστεως ἐν ψυχῇ, ἥτις πυρὸς δίκην ἀναλίσκει τὰ νεκρὰ πάντα πταίσματα, τὰ νεκροῦντα τὴν ψυχὴν, καὶ ζωοποιεῖ τὴν κεκτημένην αὐτὴν ἀΐδιον ζωήν; Ἀλλὰ μὴν καὶ τὸν 28.500 χριστοφόρον Παῦλον μὴ ἄλλως δεδυνῆσθαι ἕως τρίτου οὐρανοῦ ἀνεληλυθέναι, εἰ μὴ ἐκέκτητο ἐν στέρνοις αὐτοῦ τὴν τῆς Τριάδος ἀνέκλειπτον καὶ ὁμοούσιον πίστιν· ὁ Θεὸς βουλόμενος δεικνύναι διὰ τοῦ τοιούτου πράγματος, μηδένα εἰσελάσαι δύνασθαι εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, τὸν ἐκ τῆς πίστεως τῆς ἐνοικησάσης ἐν Παύλῳ μὴ γεγονότα. Τί δὲ καὶ τὸ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν παρεκτικὸν, καὶ ζωοποιὸν, καὶ ἁγιαστικὸν λουτρὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὴν βασιλείαν τῶν οὐρανῶν, οὐκ ἐν τῇ τρισμακαρίᾳ ὀνομασίᾳ δίδοται τοῖς πιστοῖς; Πρὸς δὲ τούτοις πᾶσιν Ἰωάννης φάσκει· «Καὶ οἱ τρεῖς τὸ ἕν εἰσιν.» Ἄρ. εἶπεν· Ἀληθῶς μακάριοι πάντες οἱ ἔχοντες ταύτην τὴν πίστιν, καὶ ἕως θανάτου ὁμολογοῦντες αὐτὴν, καὶ ἀξίως αὐτῆς πολιτευόμενοι· νῦν γὰρ Disputatio contra Arium 28.500.16 to Disputatio contra Arium 28.501.6t

ἐγὼ ἀνέζησα ἀναστὰς ἐκ νεκρῶν. Νεκρὰ γὰρ ἡ πλάνη, καὶ νεκροῦσα τὸν κεκτημένον αὐτὴν, καὶ ῥυθμίζουσα τὴν ψυχὴν τοῦ συνοδοιποροῦντος αὐτῇ ἐν ἀσελγείαις φύρεσθαι, πρὸς τὸ παρ' ὀφθαλμοῖς ζωῆς αἰωνίου σύμβολα μὴ γνωρισθέντα πρὸς τοῦ ἀνθρώπου, καταλεῖψαί με τὸν θάνατον, καὶ τὴν αὐτοῦ θυγατέρα πλάνην, προσοικειῶσαι δὲ ἑαυτὸν τῇ ζωοποιῷ πίστει. Εἷς γὰρ ὢν ὁ ἄνθρωπος, μίαν ἔχειν ὀφείλει πίστιν τῆς αἰωνίου καὶ ὁμοουσίου Τριάδος. Ἐξ ἧς γὰρ ἐῤῥύσατό με ὁ Θεὸς ἀπιστίας, οὐ μία πίστις, ἀλλὰ τρεῖς ὁμολογοῦνται, ἑνὸς μὲν Πατρὸς αἰωνίου, ἑτέρου δὲ κτιστοῦ Υἱοῦ, καὶ Πνεύματος πεποιημένου. Ἐκ δὲ τούτων κατάδηλόν ἐστι μὴ εἶναι πίστιν ἐκεῖ ἐκ πολλῶν μηδὲ μίαν. Ἐγὼ οὖν εὐχαριστῶ τῇ ἁγίᾳ Τριάδι, προσκυνῶ