1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

7

ὥσπερ ὁ Θεὸς καὶ Πα τὴρ αὐτοῦ, διὰ τὴν ἡμετέραν σωτηρίαν ᾠκοδόμησε τὸ σῶμα ἐν τῇ γαστρὶ Μαρίας τῆς Θεοτόκου, ἄνευ κοι νωνίας ἀνδρὸς, καὶ γέγονεν, ὡς ἔφην, ἄνθρωπος, καὶ ἑαυτὸν ἐποίησεν ὑπόδειγμα πάσης ἀρετῆς· ἵνα οἱ βου λόμενοι ἐξακολουθεῖν ὡς διὰ τρίβου ἔχωσι θείας ἐκτύ πωμα, πρὸς ὃ ὁμοιούμενοι, γίνονται θείας φύσεως κοινωνοὶ, ὥς φησι τὸ Σκεῦος τῆς ἐκλογῆς· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Ἰησοῦ Χριστοῦ.» Μετὰ οὖν τὸ πάθος αὐτοῦ καὶ τὴν ἀνάστασιν ἀπέστειλεν ἡ σοφία, ἡ δύναμις, ὁ Λόγος καὶ Θεὸς, τοὺς ἀποστόλους πρὸς πάντας τοὺς ἄφρονας, τοὺς ἀσυνέτους ἐθνικοὺς, τοὺς μὴ εἰδότας τὸν Θεὸν, προτεθεικὼς τράπεζαν, τουτέστι τὸ ἅγιον θυσιαστήριον, καὶ ἐπ' αὐτῷ ἄρτον οὐράνιον καὶ ἄφθαρτον, καὶ πᾶσι ζωὴν χαριζόμενον τοῖς μεταλαμβάνουσιν ἐξ αὐτοῦ, τὸ ἅγιον καὶ παν άγιον αὐτοῦ σῶμα, οἶνόν τε εὐφραίνοντα καρδίαν, καὶ νῆψιν ἐμποιοῦντα ἐν τῇ ἑκάστου ψυχῇ τῶν ἀπογευο μένων ἐξ αὐτοῦ, ὡς ἐπὶ κρατῆρα κεράσας τὸ ἑαυτοῦ αἷμα, καλέσας τοὺς κλητούς τε καὶ ἐκλεκτοὺς διὰ τῶν ἀποστόλων αὐτοῦ, πᾶσαν μὲν ἀφροσύνην ἀπολιμπά νοντας, βασιλείας δὲ οὐρανῶν πολίτας ἀναδεικνυμένους, τοὺς ὑπακούοντας τῆς φωνῆς αὐτοῦ Ἄρ. εἶπεν· Ἐπειδὴ εἰς τὸ σῶμα συνήγαγες τὸ «Κύριος ἔκτισέ με,» καλῶς, κἀγὼ συντίθεμαί σοι διὰ τῆς ἐγγράφου μαρτυρίας. Λοιπὸν καὶ σὺ ὀρ θοπόδησον πρὸς τὴν ἀλήθειαν, καὶ μὴ ἄλλως ποίει. Ἀθ. εἶπε· Τί θέλεις ποιήσω; Ὅπερ ἐστὶ τῇ ἀληθείᾳ φίλον, κἀγὼ συντίθεμαι. Ἄρ. εἶπε· Μαρτυρίαν σοι παρέξω, ἣν οὐ δυνήσῃ ἀλληγορῆσαι· φανερὰ γάρ ἐστιν, ὅτι περὶ οὐσιώσεως τοῦ Λόγου φάσκει, ὡς ἐποιήθη ὑπὸ τοῦ Πατρός. Ἀθ. εἶπεν· Ἐάν μοι δῷς ἐκ τῶν θεοπνεύστων Γραφῶν μαρτυρίαν περὶ ὧν διαβεβαιοῦσαι, οὐκ ἀμνημονῶ· μόνον πρόσεχε, μὴ ἐγράψατε ἄρτι ὑμεῖς πρὸς τὸ ὑμέτερον βούλημα, καὶ οὐκ ἀνέχομαι τὰ ὑφ' ὑμῶν λεγόμενα. Ἄρ. εἶπε· Μὴ κατάλεγε ἡμῶν ὡς μὴ φοβουμένων τὸν Θεόν. Ἀποστόλου ἐστὶ φωνὴ, ἣν εἶπον προσφέρειν. Ἀθ. εἶπε· Λέξον ἐξ αὐτῆς. Ἄρ. εἶπεν· Ὁ ἐπιφανέστατος τῶν ἀποστόλων Πέτρος, διαμαρτυ ρόμενος περὶ τοῦ προκειμένου τῷ Ἰσραὴλ, οὕτως ἔφη· «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς ὁ οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε.» Μήτιγε ἡμεῖς διεχαράξαμεν τὴν φωνὴν ταύτην; Ἀθ. 28.460 εἶπεν· Οὐχ ὑμεῖς ἐχαράξατε αὐτὴν, ἀλλὰ παρεχαρά ξατε. Ἄρ. εἶπεν· Ἐθεώρησας περιγραφόμενον σεαυτὸν, καὶ εἰς ὕβρεις ἐτράπης. Μᾶλλον δὲ, εἰ δύνα σαι, λέγε πρὸς ταῦτα, ἢ αὐτομόλησον πρὸς τὴν ἀλή θειαν. Ἀθ. εἶπεν· Ἀνάγνωθι τὸ κεφάλαιον ὅλον. Ἄρ. εἶπεν· «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ Θεός.» Ἀθ. εἶπε· Μὴ ἀκρωτηρίαζε τὰ ῥήματα τῆς Γραφῆς. Καὶ γὰρ τὸ σῶμα ὡς παρὰ τὴν ἀρχὴν ἐπλάσθη, ἐὰν μείνῃ, εὔμορφον τυγχάνει· ἐὰν δὲ παρὰ μέλος γένηται, τουτέστι χεῖρα, ἢ πόδα, ἢ δάκτυλον, ἄσχημον δείκνυται. Εἶπον οὖν καὶ τὰ ἑπόμενα τῶν Γραφῶν. Ἄρ. εἶπε· Τουτέστι, «Τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.» Ἀθ. εἶπε· Τίς ἐστιν ὁ σταυρωθεὶς, ὁ Λόγος Θεὸς, ἢ τὸ σῶμα ὅπερ ὁ Λόγος Θεὸς ἐκ Μαρίας τῆς παρθένου ἔλαβεν; Ἄρ. εἶπε· Σὺ τὸν Λόγον οὐχ ὁμολογεῖς ἐσταυρῶσθαι; Ἀθ. εἶπεν· Ἐγὼ τὸν Θεὸν Λόγον ὁμολογῶ, ἄνθρωπον γενόμενον, ἐσταυρῶσθαι σαρκί. Ἄρ. εἶπε· Τί ἐστι σαρκί; οὐχ ὁ Λόγος ἔπα θεν; Ἀθ. εἶπε· Σὺ τί φρονεῖς ὁμολόγησον ἐν πρώ τοις. Ἄρ. εἶπε· Κἂν μὴ σὺ λέγῃς, ἐγώ φημι, ὁ Λό γος συγκαθηλώθη, καὶ συνέπαθε τῇ σαρκί. Ἀθ. εἶπε· ∆ιὰ παραβολῆς χρὴ παραστῆσαι τὴν ἀπόδειξιν, εἰ πέπονθεν ὁ Λόγος καὶ Θεός. Ἄρ. εἶπε· Λέγε ὃ βούλει. Ἀθαν. εἶπε· Σταυρῷ προσηλωμένον ἐθεάσω ποτέ; Ἄρειος εἶπε· Ναί. Ἀθαν. εἶπεν· Ἆρα ἕωςὅτε τὸ σῶμα κεκράτητο ὑπὸ τῶν ἥλων ἐπὶ τοῦ σταυροῦ, καὶ ἡ ψυχὴ κατείχετο μὴ δυναμένη ἀναχω ρῆσαι ἀπὸ τοῦ σώματος; Ἄρ. εἶπεν· Ἀναχωρεῖ, ἐπειδὴ πνεῦμα τυγχάνει ἡ ψυχή. Ἀθαν. εἶπεν· Εἰ ἀναχωρεῖ, δῆλόν ἐστιν, ὅτι οὐ κρατεῖται ἐπὶ τοῦ σταυ ροῦ, τοῦτ' ἔστιν ἐπὶ τοῦ ξύλου καὶ τῶν ἥλων, καὶ οὕ τως ἔχει. Τοῦ γὰρ σώματος κατεχομένου, ἡ ψυχὴ τὸ ἐλεύθερον ἔχουσα καὶ τὸ ἀκράτητον, καταλείψασα τὸ σῶμα,