1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

8

πορεύεται εἰς τὸν ἑαυτῆς τόπον. Ἄρ. εἶ πεν· Οὕτως ἐστὶ καὶ τοῦτο. Ἀθαν. εἶπεν· Εἰ οὖν ἐπὶ ἀνθρώπου καταδίκου ἔδωκας μὴ πάσχειν τὴν ψυχὴν ἐν τῇ παρούσῃ σωματικῇ καταδίκῃ, πῶς τὸν Λόγον καὶ Θεὸν ἔφης συμπεπῆχθαι τῷ σώματι; Ἄρ. εἶπε· ∆εδόσθω μὴ συμπεπονθέναι τὸν Θεὸν Λόγον τῷ σώ ματι. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ ἀπόστολος Πέτρος ἠσφα λίσατο τὸν λόγον, μὴ βουλόμενός τινας ὑπὸ ἀγνοίας ἀπολέσθαι. Νομιζόντων γὰρ τῶν υἱῶν Ἰσραὴλ ἄν θρωπον εἶναι τὸν καθ' ἡμᾶς Χριστὸν, ἐσήμανε διὰ τῆς μαρτυρίας, ὅτι οὗτός ἐστιν ὁ ἐκλεκτὸς τοῦ Θεοῦ· καί φησιν· Εἰ καὶ ὑμεῖς ὡς ἄνθρωπον ἐκρεμά σατε τὸν δίκαιον, μὴ ἀγνοήσατε, ὅτι τοῦτον Χρι στὸν καὶ Κύριον ἐποίησεν ὁ Θεός. Ἄρ. εἶπεν· Ἰδοὺ οὖν, Χριστὸς καὶ Κύριος γέγονεν ὑπὸ τοῦ Θεοῦ. Ἀθ. εἶπεν· Ὁ Θεὸς Λόγος, ὁ τοῦ Θεοῦ Υἱὸς, πρὸ τοῦ πά θους Κύριος ἦν, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Ναὶ, Κύ ριος ἦν. Ἀθ. εἶπεν· Ὁ Πέτρος ἔφη, ὃν οἱ Ἰουδαῖοι 28.461 ἐσταύρωσαν, γεγενῆσθαι Κύριον. Ἄρ. εἶπε· Τί ἐστι τὸ, Ἐσταύρωσαν Χριστὸν καὶ Κύριον γεγονότα; Ἤθελον γνῶναι τί λέγεις. Ἀθαν. εἶπεν· Ὁ Θεὸς Λόγος Κύριός ἐστι τῶν ἁπάντων ἀεὶ Κύριος ὤν. Ἐπειδὴ δὲ ἐκ τῆς ὑπὸ ἁμαρτίας βεβασιλευμένης σαρκὸς ἔλαβε τὴν σάρκα, καθὼς γέγραπται· «Ὁ Λόγος σὰρξ ἐγένετο·» σάρκα δέ φημι ἄνθρωπον τέλειον, οἷοι καὶ ἡμεῖς τυγχάνομεν, κατὰ τὸ εἶναι ἡμᾶς ἀνθρώπους μόνον· αὐτὸς γὰρ ἄνευ ἁμαρτίας γέγονεν ἄνθρωπος· τοῦτον οὖν Χριστὸν καὶ Κύριον ὁ Θεὸς ἐποίησε, τὸν ἐκ σπέρμα τος ∆αβὶδ ἄνθρωπον, ὑποτάξας αὐτῷ ἀρχὰς καὶ ἐξου σίας καὶ κυριότητας, καὶ ἀνθρώπους, καὶ ἀγγέλους, καὶ πάντων ἁπλῶς ὑποταγέντων γέγονε Χριστὸς καὶ Κύριος· Χριστὸς μὲν διὰ τὴν τοῦ ἁγίου Πνεύμα τος, δίκην ἐλαίου, ἐπ' αὐτῷ γενομένην οὐρανόθεν ἔγχυ σιν· Κύριος δὲ διὰ τὸ κατὰ πάντων εἰληφέναι τὸ κῦ ρος. Ἄρ. εἶπεν· Ἰδίως οὖν Υἱὸς καὶ Κύριός ἐστιν ὁ Λόγος, καὶ Θεὸς, καὶ ἰδίως ἄνθρωπος; Ἀθ. εἶπε· Μὴ γένοιτο! Ἄρ. εἶπεν· Εἰπὲ οὖν, πῶς. Ἔφης γὰρ Κύριον τὸν Θεὸν Λόγον, καὶ τὸν ναὸν αὐτοῦ Κύ ριον, τουτέστι τὸν ἄνθρωπον. Ἐγὼ δὲ νομίζω, ὅτι δύο Κύριοί εἰσιν. Ἀθ. εἶπεν· Οὐκ εἰσὶ δύο· μὴ γέ νοιτο! Εἷς γάρ ἐστιν ὁ τοῦ Θεοῦ Υἱὸς, ὁ γενόμενος δι' ἡμᾶς ἄνθρωπος. Ὁ γὰρ ἐπίγειος βασιλεὺς, εἰπέ μοι, ἰδίως ὁ ἄνθρωπος βασιλεύει, καὶ ἰδίως ἡ πορφυ ρὶς, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Πῶς ἐγχωρεῖ, ἢ τὸν ἄν θρωπον ἐκτὸς βασιλεύειν, ἢ τὴν πορφυρίδα ἰδίως ἄρξαι; Πλὴν ἔγνων τί θέλεις παραστῆσαι ἐκ τοῦ πα ραδείγματος. Ἀθ. εἶπεν· Εἰ οὖν ἀνεγχώρητον δύο βασιλεῖς φῆσαι ἐπὶ βασιλέως ἑνὸς, λέγω δὴ ἀνθρώπου καὶ πορφύρας, πῶς ἐγχωρεῖ ἰδίως μὲν τοῦ Λόγου καὶ Θεοῦ κυριότητα φάσκειν, κεχωρισμένην δὲ τὴν δίκην πορφύρας ἔνδυμα γεγονυίας, ἁγίας καὶ τιμίας σαρκὸς, ἀρχὴν καταγγέλλειν, ἥτις ἐστὶν ἔνδυμα τοῦ βασιλέως Λόγου Θεοῦ γεγενημένη; Ἀλλὰ μὴν καὶ ὁ ἀπόστολος Παῦλος, τὴν ἑνότητα τῆς κυριότητος, ἣν ἔχει ὁ Κυριακὸς ἄνθρωπος σὺν τῷ Θεῷ Λόγῳ, ἀκραι φνέστατα ἐσήμανε, τῷ φῆσαι αὐτόν· «Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εἰς τοὺς αἰῶνας, ἀμήν.» Ὁρᾷς, ὅτι καὶ Θεὸν ἐπὶ πάντων οἶδε τὸν ἐκ σπέρματος ∆αβὶδ, ὁ Ἀπόστολος; Ἄρ. εἶπεν· Οὐ φοβῇ ἐπὶ πάντων Θεὸν λέγειν τὸν ἄνθρωπον; Ἀθ. εἶπε· Παῦλος οὐκ ἐφοβήθη, οὔτε ἐγὼ φοβοῦμαι, ὅτι βλέπω ἐκ μέρους τὴν τοῦ Θεοῦ οἰκονομίαν. Ἄρ. εἶπε· Ποίαν οἰκονομίαν; Ἀθ. εἶπε· Περὶ τῆς τοῦ πάντων Θεοῦ ἐνανθρωπήσεως. Ἄρ. εἶπε· Περὶ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου κἀγὼ ὁμολογῶ· περὶ δὲ τοῦ εἶναι ἐπὶ πάντων Θεὸν τὸν σταυρωθέντα φοβοῦμαι λέγειν. Ἀθ. εἶπεν· Ἄκουε, καὶ περισσότερον θαύμαζε, ὅτι καὶ Θεὸν ἐπὶ πάντων 28.464 ὁμολογῶ, καὶ μὴ δυνάμενον ἕτερον λογισθῆναι· τὸν πρὸς τὸν γενόμενον ἄνθρωπον καὶ σταυρωθέντα δι' ἡμᾶς Θεὸν ἀεὶ ὄντα. Ἄρ. εἶπε· Ποῦ γέγραπται τοῦτο τὸ καινότερον; Ἀθ. εἶπε· Παρὰ Ἱερεμίᾳ τῷ προφήτῃ· φησὶ γάρ· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθή σεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστή μης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ὁ οὖν ὀφθεὶς οὗτος ἦν Θεὸς, καὶ