1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

3

γὰρ ὁ Κύριος, μὴ δύνασθαι ἀφ' ἑαυτοῦ ποιεῖν οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἀθ. εἶπεν· Τί ἐποίησεν ὁ Θεὸς ἐν ἀρχῇ; Ἄρ. εἶπεν· Οὐρανὸν, γῆν, θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς, καθὼς γέ γραπται. Ἀθ. εἶπεν· Οὐκοῦν λοιπόν ἐστιν ἀποδει χθῆναι παρὰ σοῦ, ποίους οὐρανοὺς, καὶ γῆν, καὶ θάλασσαν, καὶ τὰ ἐν αὐτοῖς ἐποίησεν ὁ Θεὸς ἐν πρώ τοις, εἶθ' οὕτως ὁ Υἱὸς αὐτοῦ ἑωρακὼς ἐποίησεν ὁμοίως τῷ Πατρὶ αὐτοῦ. Ἄρ. εἶπεν· Ἀθέμιτον ἡγοῦμαι τυγχάνειν τὸ εἰπεῖν, πρῶτον κόσμον ὑπὸ τοῦ Θεοῦ δεδημιουργῆσθαι, ἕτερον δὲ ὑπὸ τοῦ Υἱοῦ, δευτέρου μὴ δυναμένου ἀποδειχθῆναι, καταδήλου ὄντος τοῦ πράγματος παρὰ πᾶσιν, ὅτι εἷς τυγχάνει ὁ ὁρώμενος κόσμος. Ἀθ. εἶπεν· Οὐκοῦν ἀφ' ἑαυτοῦ δημιουργεῖ ὁ Υἱὸς τὸ πᾶν. Ἄρ. εἶπεν· Παρακαλῶ, εἰπέ μοι, πῶς ἀφ' ἑαυτοῦ; Οὐκ ἔστι δὲ ὃς λέξει τοῦτο. Ἀθ. εἶπεν· Ὁ σοφὸς τὴν βουλὴν αὐτοῦ ποῦ εὑρίσκει; Ἄρ. εἶπεν· Ἐν τῇ σοφίᾳ αὐτοῦ. Ἀθ. εἶπεν· Χριστὸςδὲ Θεοῦ δύναμις καὶ σοφία τυγχάνει κατὰ τὸν μακά ριον Παῦλον, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ὁμολογουμένως Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ἀθ. εἶπεν· Ἡ σοφία οὖν μὴ ἀλλαχόθεν σοφίζεται; Ἄρ. εἶπεν· Μὴ γένοιτο! Ἀθ. εἶπεν· Οὐκοῦν ἀφ' ἑαυτῆς πάντα ὡς σοφία πράττει; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Οὐκοῦν ὁ Πατὴρ οὐδὲν ἐδημιούργησεν; Ἀθ. εἶπεν· Ἄκουε, καὶ μὴ προπετῶς λάλει, ἃ μὴ θέμις μήτε λέγειν, μήτε ἀκούειν, ὡς μὴ δυναμένου τινὸς μετατρέψαι τὰ τοιαῦτα. Πλὴν ἐπὶ τοῦ παρόντος δός μοι λόγον περὶ οὗ ἐπερωτῶ. Ὁ δυνατὸς πῶς αὐτουρ γεῖ; Ἄρ. εἶπεν· Ἐν τῇ δυνάμει αὐτοῦ τὸ πᾶν πράττει. Ἀθ. εἶπεν· Χριστὸς δὲ ἀραρότως Θεοῦ δύναμις ὑπάρχει; Ἄρ. εἶπεν· Ὡμολόγηται. Ἀθ. εἶπεν· Ουκοῦν Χριστοῦ δυνάμεως ὄντος τοῦ Θεοῦ, ἅπερ δημιουργεῖ ἡ δύναμις, τουτέστιν ὁ Χριστὸς, ταῦτα ποιεῖ ὁ Πατήρ. Ἄρ. εἶπεν· Πῶς ἅπερ δημιουργεῖ ὁ Χριστὸς, ταῦτα δημιουργεῖ ὁ Θεός; Ἀθ. εἶπεν· Ἡ δύναμις ἀπὸ τοῦ δυνατοῦ κεχώρισται; Ἄρ. εἶπεν· Μὴ γένοιτο! Τίς γάρ ποτε ἑώρακεν ἀγωνιστὴν πάλῃ ἰδίως ἀνδριζόμενον, κα ταμόνας δὲ τὴν δύναμιν αὐτοῦ; Εἰ γὰρ ἦν τοῦτο, ἐπ' ἀμφοτέρους ἂν ἐκομίσθη τὰ βραβεῖα, ἤτοι οἱ στέφα νοι. Ἀθ. εἶπεν· Ὀρθῶς ἔφης. Εἰ οὖν ἐπ' ἀνθρώπου τοῦτο ἔδωκας, μήτε δύναμιν κεχωρισμένως τι πράττειν, μήτε μὴν τὸ σῶμα ἑτέρως ἐνεργεῖν τι, οὐκοῦν ὁ Χριστὸς, δύναμις ὢν πατρικὴ, ἀχωρίστως πάντα, ἃ πράττει ὁ Πατὴρ, πράττει ταῦτα καὶ αὐτός. Ἄρ. εἶπεν· Ἔστω οὕτω, τὸ ἀχωρίστως δημιουργεῖν τὸν Υἱὸν σὺν τῷ Θεῷ τὸ πᾶν· μήτι δύναται καὶ 28.448 ἴσος εἶναι τῷ Θεῷ, καθὼς σὺ ἤκουσας τοῦ Σωτῆρος λέγοντος· «Ὁ Πατήρ μου, ὁ πέμψας με, μείζων μου ἐστὶν;» Ἀθ. εἶπεν· Ἐρωτήσω σε· σὺ δὲ ἀποκρίθητί μοι· Ὁ Σωτήρ μου μὴ ἐναντία ἐφθέγξατο ἑαυ τῷ; Ἄρ. εἶπεν· Μὴ γένοιτο! πανταχοῦ γὰρ σύμφωνος ἑαυτῷ τυγχάνει ὁ Υἱὸς τοῦ Θεοῦ. Ἀθ. εἶ πεν· Πῶς οὖν ὁ Κύριος ἐν ἄλλῳ τόπῳ φάσκει, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν; Ἄρ. εἶπεν· Σὺ Σαβέλλιος εἶ. Ἀθ. εἶπεν· ∆ιὰ τί εἰμι Σαβέλλιος; Ἄρ. εἶπεν· Ἐπειδὴ εἶπας, Ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν ἐστιν. Ἀθ. εἶπεν· Μὴ καταψεύδου μου· οὐ γὰρ οὕτω φημὶ, ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν ἐστιν, ἀλλ' ὅτι ὁ Κύριος ἔφη· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἄρ. εἶπεν· Αὕτη ἡ αἵρεσις Σαβελλίου ἐστίν. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ Κύριος ὁ εἰρηκὼς, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» Σαβέλλιος ἦν; Οὐ πάντες οἱ Χριστιανοὶ Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ οἴδαμεν; σὺ δὲ Σαβέλλιον καὶ διδά σκαλον αἱρέσεως αὐτὸν φῄς; Ἄρ. εἶπε· Μὴ γένοιτό μοι τοῦτο φρονῆσαι! ὁ γὰρ Σωτὴρ εἶπε περὶ συμφω νίας, ὅτι «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἀθαν. εἶπεν· ἕνεκεν τίνος ἔλεξε τοιάδε ὁ Κύριος; τί θέλων παραστῆσαι; τὴν συμφωνίαν κατὰ σὲ, ἢ τὴν θεότητα κατὰ τὸν ὀρθὸν λόγον; Εἰ μὲν γὰρ τὴν συμφωνίαν κατὰ σὲ, ἄρα μάρτυρας κατεσκεύαζε κατὰ τοῦ Πατρὸς, μὴ ἄρα ἀθέτησις αὐτῷ γένηται ὑπὸ τοῦ Πατρός· εἰ δὲ τοῦθ' οὕτως ἔχει, ὁ Υἱὸς κατηγορεῖ τοῦ Πατρὸς κατὰ σὲ, ὡς ἀγνώμονος, καὶ μὴ μένον τος ἐν ταῖς συνθήκαις τῆς συμφωνίας τοῦ Πατρός. Εἰ δὲ καὶ τοῦθ' οὕτως ἔχει, λοιπὸν νόησον ποῦ σε ἀπάγει τὸ σὸν φρόνημα. Ἄρ. εἶπεν· Ἀλλὰ τί θέλεις ἵνα εἴπωμεν, ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν ἐστιν; Ἀθ. εἶπεν· Ὁ Κύριος Ἰησοῦς οὐκ εἶπεν, «Ἐγὼ καὶ ὁ Πατὴρ