1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

20

οὐκ ἀφεθήσεται. Καὶ ὃς ἂν εἴπῃ λόγον εἰς τὸν Υἱὸν ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.» Ὁρᾷς, ὅτι καὶ ἐνταῦθα ἰσότιμον τοῦ Θεοῦ γνωρίζομεν τὸ Πνεῦμα καὶ ἐν τῷ μέλλοντι; Ὡς γὰρ ὁ εἰς τὸν Θεὸν Πατέρα βλασφημῶν οὐ καθαρισθή σεται τοῦ εἶναι αὐτὸν αἰωνίου κολάσεως ἔνοχον, οὕ τω καὶ ὁ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσας ὑπεύθυνος γίνεται αἰωνίου ἁμαρτίας, μὴ συγχωρου μένου τοῦ πταίσματος. Εἰ γὰρ ἦν δοῦλον, οὐκ ἂν ὁ σφαλεὶς εἰς αὐτὸ αἰωνίῳ κολάσει ἐτιμωρεῖτο, ὥσπερ ὁ εἰς τὴν ἄκτιστον τοῦ Θεοῦ μεγαλειότητα βλασφημῶν. Ὅπερ δὲ ἐνταῦθα ὁ τοῦ Θεοῦ Υἱὸς φάσκει Πνεῦμα τοῦ Θεοῦ, περὶ αὐτοῦ τις διαλα βὼν τῶν μαθητῶν τοῦ Χριστοῦ, δάκτυλον Θεοῦ ἔφη. Ἀναλογίσασθαι θέλησον τὴν περὶ τοῦ Υἱοῦ συνοδοι πορήσασαν συνεξέτασιν, καὶ εὑρήσεις τὴν ἀΐδιον τοῦ ἁγίου Πνεύματος δύναμιν ὁμοούσιον τῷ Πατρὶ, ἐκ τοῦ δάκτυλον αὐτὸ εἰρῆσθαι. Ἀμέλει γοῦν τὴν ἀκα ταμάχητον δύναμιν τοῦ ἁγίου Πνεύματος θεωρήσαν τες οἱ μάγοι ἐν Αἰγύπτῳ, ἐβόων λέγοντες· «Τοῦτο δάκτυλος Θεοῦ ἐστιν.» Οὐδὲν ἕτερον ἢ τὴν ὁμοούσιον τοῦ ἁγίου Πνεύματος δύναμιν ὡμολόγουν, ἣν ἔχει πρὸς τὸν Θεὸν Πατέρα διὰ τῆς τοῦ δακτύλου Θεοῦ φωνῆς, ἧς ἀντοφθαλμῆσαί τινα ἀδύνατον. Καὶ ἵνα μή τις σοφίσασθαι θέλων μὴ ὀρθῶς εἰρῆσθαι πρὸς τῶν μάγων, οἱ ἀπόστολοι, μᾶλλον δὲ ὁ ἐν αὐτοῖς Κύ ριος, ὡς ὀρθῶς εἰρημένων ὑπ' αὐτῶν, ἐβεβαίωσε τὰ λεχθέντα πρὸς αὐτῶν, διὰ τὸ καὶ αὐτὸν φάναι· «Εἰ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.» υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι;» Καὶ μετ' ὀλίγα φησί· «∆ιὰ τοῦτο λέγω ὑμῖν, ὅτι πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται. Καὶ ὃς ἂν εἴπῃ λόγον εἰς τὸν Υἱὸν ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.» Ὁρᾷς, ὅτι καὶ ἐνταῦθα ἰσότιμον τοῦ Θεοῦ γνωρίζομεν τὸ Πνεῦμα καὶ ἐν τῷ μέλλοντι; Ὡς γὰρ ὁ εἰς τὸν Θεὸν Πατέρα βλασφημῶν οὐ καθαρισθήσεται τοῦ εἶναι αὐτὸν αἰωνίου κολάσεως ἔνοχον, οὕτω καὶ ὁ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσας ὑπεύθυνος γίνεται αἰωνίου ἁμαρτίας, μὴ συγχωρουμένου τοῦ πταίσματος. Εἰ γὰρ ἦν δοῦλον, οὐκ ἂν ὁ σφαλεὶς εἰς αὐτὸ αἰωνίῳ κολάσει ἐτιμωρεῖτο, ὥσπερ ὁ εἰς τὴν ἄκτιστον τοῦ Θεοῦ μεγαλειότητα βλασφημῶν. Ὅπερ δὲ ἐνταῦθα ὁ τοῦ Θεοῦ Υἱὸς φάσκει Πνεῦμα τοῦ Θεοῦ, περὶ αὐτοῦ τις διαλαβὼν τῶν μαθητῶν τοῦ Χριστοῦ, δάκτυλον Θεοῦ ἔφη. Ἀναλογίσασθαι θέλησον τὴν περὶ τοῦ Υἱοῦ συνοδοιπορήσασαν συνεξέτασιν, καὶ εὑρήσεις τὴν ἀΐδιον τοῦ ἁγίου Πνεύματος δύναμιν ὁμοούσιον τῷ Πατρὶ, ἐκ τοῦ δάκτυλον αὐτὸ εἰρῆσθαι. Ἀμέλει γοῦν τὴν ἀκαταμάχητον δύναμιν τοῦ ἁγίου Πνεύματος θεωρήσαντες οἱ μάγοι ἐν Αἰγύπτῳ, ἐβόων λέγοντες· «Τοῦτο δάκτυλος Θεοῦ ἐστιν.» Οὐδὲν ἕτερον ἢ τὴν ὁμοούσιον τοῦ ἁγίου Πνεύματος δύναμιν ὡμολόγουν, ἣν ἔχει πρὸς τὸν Θεὸν Πατέρα διὰ τῆς τοῦ δακτύλου Θεοῦ φωνῆς, ἧς ἀντοφθαλμῆσαί τινα ἀδύνατον. Καὶ ἵνα μή τις σοφίσασθαι θέλων μὴ ὀρθῶς εἰρῆσθαι πρὸς τῶν μάγων, οἱ ἀπόστολοι, μᾶλλον δὲ ὁ ἐν αὐτοῖς Κύριος, ὡς ὀρθῶς εἰρημένων ὑπ' αὐτῶν, ἐβεβαίωσε τὰ λεχθέντα πρὸς αὐτῶν, διὰ τὸ καὶ αὐτὸν φάναι· «Εἰ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.» 28.497 Ἄρ. εἶπε· Θεὸς ποῦ γέγραπται τὸ Πνεῦμα; Ἀθ. εἶπε· Πανταχοῦ ἀπαγγέλλουσιν αἱ θεῖαι Γραφαὶ ὅτι Θεός ἐστι τὸ ἅγιον Πνεῦμα, καὶ οὐ κεχώρισται τῆς τοῦ Θεοῦ, καὶ Πατρὸς, καὶ τῆς τοῦ Μονογενοῦς αὐτοῦ δόξης. Λέγει γὰρ Πέτρος ἐν ταῖς Πράξεσι πρὸς Ἀνανίαν· «Οὐχὶ μένον σοι ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Ὁρᾷς πῶς ἐν τοῖς ἀνωτέροις ὅπερ ἔφη Πνεῦμα ἅγιον, ἐν τοῖς μεταγενεστέροις ἔφη Θεόν; Ἔτι μὴν καὶ τοῦ μακαρίου Παύλου λέγοντος ἐν τῇ πρὸς Θεσσαλονικεῖς δευτέρᾳ Ἐπιστολῇ οὕτως· «Ὁ δὲ Κύριος