1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

2

τὴν πρότασιν· μόνον φιλαλήθως ποιήσωμεν τὴν συνεξέ τασιν, καὶ μὴ φιλονεικότερον πρὸς τὰ προσφερόμενα ὑπὸ τοῦ πλησίον θεόπνευστα ῥήματα διατεθῶμεν.» ἌΡΕΙΟΣ εἶπεν· Ἐμοὶ δοκεῖ προηγουμένως ὁρισθῆναι ὑφ' ἑκατέρων ἐμοῦ τε καὶ σοῦ εἰς τὰ ζη τούμενα, ἕκαστόν τε ἡμῶν ἐκθεῖναι, ἃ φρονεῖ περὶ Θεοῦ καὶ Χριστοῦ, καὶ Πνεύματος ἁγίου, ἐν ἐπιτομῇ, ὅπως κατὰ σκοπὸν πέμπωμεν τοὺς λόγους, καὶ μὴ εἰς κενὸν ποιησώμεθα ἅμιλλαν λόγων, φανερά τε ᾖ ἡ ἐπικρατοῦσα δόξα ὁμοίως τε καὶ ἡ καθαιρουμένη. Περὶ γὰρ πίστεως βούλομαι ζητῆσαι πρὸς σὲ, ἐπειδὴ μάλιστα ἀκήκοα ὀρθῶς μὴ ὁμιλούντων ὑμῶν περὶ τῆς εἰς τὸ Θεῖον πίστεως καὶ εὐσεβείας. ἈΘΑΝΑΣΙΟΣ εἶπεν· Θεοπρεπῶς πάντα σοι εὐτρέπισται· ἐγὼ δὲ ὃ φρονῶ, φημὶ ἐν ἐπιτομῇ Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ἀεὶ ὄντα Θεὸν Πατέρα, καὶ εἰς τὸν Θεὸν Λόγον, τὸν Μονογενῆ Υἱὸν τοῦ Θεοῦ, ὅτι συνυπάρχει τῷ ἰδίῳ Πα τρὶ, καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ ὅτι ἴσος ὁ Υἱὸς τοῦ Πατρὸς τυγχά νει, καὶ ὅτι ἰσότιμός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ὅτι σὺν τῷ Πατρὶ αὐτοῦ πάρεστι πανταχοῦ τῇ θεότη 28.444 τι, καὶ ὅτι πάντα περιέχει τῇ οὐσίᾳ αὐτοῦ, καὶ ὅτι οὐ περιέχεται ὑπ' οὐδενὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καθάπερ καὶ ὁ Θεὸς ὁ Πατὴρ αὐτοῦ· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι τῆς τοῦ Πατρός ἐστιν οὐ σίας, καὶ συναΐδιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ τυγχάνει τὸ ἅγιον Πνεῦμα. Τὸν Λόγον φημὶ ἐν σαρκὶ γεγονέναι. Ἄρ. εἶπεν· Πιστεύω κἀγὼ εἰς ἕνα Θεὸν ἀΐδιον, καὶ εἰς τὸν Υἱὸν αὐτοῦ, ὃν πρὸ τῶν αἰώνων ἔκτισεν ὁ Θεὸς, καὶ Υἱὸν ἐποίησε. Καὶ πάντα, ὅσα ἔχει ὁ Υἱὸς, μὴ ἔχων ἔλαβε παρὰ τοῦ Θεοῦ· καὶ ὅτι οὐκ ἴσος ἐστὶν ὁ Υἱὸς, οὐδὲ ἰσότιμος τῷ Πατρὶ, ἀλλὰ πολὺ λείπεται τῆς τοῦ Θεοῦ δόξης, ὡς ποίημα, λείπε ται τῆς τοῦ Θεοῦ δυνάμεως· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ὑπὸ τοῦ Υἱοῦ γεγονός. Ἰδοὺ κἀγὼ ταῦτα φρονῶ. Ἀθ. εἶπεν· Λοιπὸν μετὰ πάσης ἐπιστήμης ἄρχου τῆς ζητήσεως· ὁρῶ γάρ σε ἐν μεγάλοις κακοῖς ἐνεχόμενον, εἰ καὶ τὰ μάλιστα σὺ παρ ελθὼν ὑπὸ αἰτίαν ἡμᾶς ἐποίησας, ὡς μὴ ὀρθῶς φρονούντων ἡμῶν περὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἄρ. εἶπεν· Πῶς φῂς τὸν Θεὸν ἀεὶ Πατέρα, ὃς μόνος Θεὸς ὢν, ἰδίᾳ βουλήσει ἔκτισεν τὸν Υἱὸν αὐτοῦ, καθὼς γέγραπται. Ἀθ. εἶπεν· Ποῦ γέγραπται, ὅτι μόνος ἐστὶν ὁ Πατήρ; Ἄρ. εἶπεν· Παρὰ Παύλῳ τῷ ἀποστόλῳ· φησὶ γάρ· «Ἡμῖν δὲ εἷς Θεὸς ἐξ οὗ τὰ πάντα.» Ἀθανάς. εἶπεν· Τὰ ἑπό μενα ἀνάγνωθι τοῦ Ἀποστόλου ῥητὰ, ἔφη γάρ· «Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.» Ἄρειος εἶπεν· Ὁρᾷς, ὅτι ὑπουργός ἐστι, καὶ οὐχὶ αὐτουργὸς ὁ Υἱὸς καθὼς αὐτὸς περὶ ἑαυτοῦ ἔλεξεν· «Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ποιεῖ.» Πρόσ εχε πῶς ὑπουργὸς καὶ οὐ δημιουργός ἐστιν ὁ Υἱός. Ἀθ. εἶπεν· Ὅρα· μὴ μάχου πρὸς τὴν ἀλήθειαν. Ὅπερ γὰρ τοῦ Παύλου ῥητὸν δοκεῖς κρατεῖν περὶ Θεοῦ Πατρὸς, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ εὑρήσεις παρ' αὐτῷ τῷ Ἀποστόλῳ λεγόμενον· φησὶ γάρ· «Καὶ αὐ τὸς ἔθετο ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν λαῶν, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώμα τος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νή πιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀλη θεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ, ὁ Χριστός· ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἀφῆς τῆς ἐπιχορηγίας,» καὶ τὰ ἑξῆς. Ὁρᾷς, ὅτι ἡ φωνὴ κοινῶς κατηγορεῖται Πατρὸς καὶ Υἱοῦ, καὶ σὺ μονομερῶς περὶ Πατρὸς ἐξείληφας; 28.445 Ἄρ. εἶπεν· Καλῶς ἐμνημόνευσας περὶ τούτου ὅλην τὴν περικοπὴν τοῦ Ἀποστόλου· ἀλλ' ἐγὼ ἀξιο πιστότερον ἡγοῦμαι τυγχάνειν τοῦ ἀποστολικοῦ ῥη τοῦ τὸ προειρημένον Κυριακὸν ὑπ' ἐμοῦ λόγιον. Ἔφη