1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

2

δύνανται ἀκούειν. Εἰ δὲ τοὺς παρόντας, ἐπειδὴ μὴ προσεῖχον μετὰ σπουδῆς τοῖς λεγομένοις, οὐδὲ ἀνθρώπους εἶναί φασιν οἱ προφῆται, τί ἂν εἴποιμεν ἡμεῖς περὶ τῶν οὐ μόνον οὐκ ἀκουομένων, ἀλλ' οὐδὲ ἐπιβῆναι τῶν ἱερῶν τούτων προθύρων ἀνεχομένων, περὶ τῶν ἔξω τῆς ἱερᾶς ταύτης ἀγέλης πλανωμένων, πόῤῥωθεν ὄντων τῆς μητρικῆς ταύτης οἰκίας, ἐν ἀμφόδοις καὶ στενωποῖς, καθάπερ τὰ ἄτακτα καὶ ῥᾴθυμα τῶν παιδίων; καὶ γὰρ ἐκεῖνα τὸν πατρῷον οἶκον ἀφέντα, ἔξω που πλανᾶται, ἐν ἀθύρμασι διημερεύοντα παιδικοῖς· διά τοι τοῦτο καὶ τῆς ἐλευθερίας καὶ τῆς ζωῆς πολλάκις ἐξέπεσε τὰ τοιαῦτα παιδία. Περιτυγχάνοντα γὰρ ἀνδραποδιστῶν ἢ λωποδυτῶν χερσὶ, θάνατον πολλάκις τὴν τιμωρίαν τῆς ῥᾳθυμίας ἔδωκαν. Λαμβάνοντες γὰρ ἐκεῖνοι αὐτὰ, καὶ τὸν χρυσοῦν ἀφελόμενοι κόσμον, ἢ ῥεύμασι ποταμῶν ἀποπνίγουσιν, ἢ ὅταν φιλανθρωπότερόν τι περὶ αὐτῶν βουλεύσωνται, εἰς τὴν ἀλλοτρίαν ἀπαγαγόντες γῆν, τὴν ἐλευθερίαν αὐτῶν ἀποδίδονται. Τοῦτο καὶ οὗτοι πάσχουσιν. Ἐπειδὰν γὰρ τοῦ πατρῴου οἴκου καὶ τῆς ἐνταῦθα διατριβῆς ἀποπλανηθῶσι, περιτυγχάνουσι στόμασιν αἱρετικῶν, καὶ ταῖς γλώσσαις τῶν τῆς ἀληθείας ἐχθρῶν· εἶτα, καθάπερ ἀνδραποδισταὶ λαβόντες 51.116 αὐτοὺς ἐκεῖνοι, καὶ τὸν χρυσοῦν τῆς πίστεως ἀφελόμενοι κόσμον, ἀποπνίγουσιν εὐθέως, οὐκ εἰς ποταμοὺς ἐμβάλλοντες, ἀλλ' εἰς τὰ θολερὰ τῆς δυσωδίας αὐτῶν καταποντίζοντες δόγματα. βʹ. Ὑμέτερον ἂν εἴη τῆς τῶν ἀδελφῶν τούτων προνοῆσαι σωτηρίας, καὶ ἐπαναγαγεῖν αὐτοὺς πρὸς ἡμᾶς, κἂν ἀνθέλκωσι, κἂν ἀντιτείνωσι, κἂν καταβοῶσι, κἂν ὀδύρωνται. Παιδικῆς ἡ φιλονεικία αὕτη καὶ ῥᾳθυμία διανοίας ἐστίν. Ἀλλ' ὑμεῖς διορθώσατε τὴν ἀτελέστερον ἔτι διακειμένην αὐτῶν ψυχήν· ὑμέτερόν ἐστι πεῖσαι γενέσθαι ἀνθρώπους αὐτούς. Ὥσπερ γὰρ τὸν ἀνθρωπίνην ἀποστρεφόμενον τροφὴν, ἀκάνθας δὲ καὶ βοτάνας μετὰ τῶν θρεμμάτων βοσκόμενον, οὐκ ἂν εἴποιμεν ἄνθρωπον εἶναι· οὕτω δὴ τὸν τὴν ἀληθῆ καὶ προσήκουσαν ἀνθρωπίνῃ ψυχῇ μισοῦντα τροφὴν, τὴν ἀπὸ τῶν θείων λογίων, ἐν δὲ βιωτικοῖς συλλόγοις καὶ συνεδρίοις ἀεὶ αἰσχρότητος γέμουσι καθήμενον, καὶ παράνομα βοσκόμενον ῥήματα, οὐκ ἂν εἴποιμεν ἄνθρωπον εἶναι. Ἄνθρωπος γὰρ καθ' ἡμᾶς, οὐκ εἴ τις ἄρτον τρέφοιτο μόνον, ἀλλ' εἴ τις πρὸ τῆς τροφῆς ἐκείνης θείων λογίων μετέχοι καὶ πνευματικῶν. Καὶ ὅτι τοῦτο ἄνθρωπος, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ὥστε διπλῆ τῆς ζωῆς ἡμῶν ἡ τροφὴ, ἡ μὲν ἐλάττων, ἡ δὲ βελτίων· καὶ δεῖ μάλιστα ταύτης ἀντιποιεῖσθαι, ὥστε καὶ τὴν ψυχὴν διατρέφειν, καὶ μὴ περιορᾷν αὐτὴν λιμῷ τηκομένην. Ὑμέτερον οὖν ἂν εἴη ποιῆσαι τὴν πόλιν ἡμῖν μεστὴν ἀνθρώπων. Ἐπειδὴ οὖν ἔρημός ἐστιν ἀνθρώπων ἡ μεγάλη αὕτη καὶ πολυάνθρωπος, δίκαιοι δ' ἂν εἴητε τοῦτον τῇ πατρίδι τὸν ἔρανον εἰσενεγκεῖν, καὶ τοὺς ἀδελφοὺς ἐπισπάσασθαι δεῖ, ἂν τὰ ἐντεῦθεν πρὸς ἐκείνους διακομίσητε. Καὶ γὰρ τραπέζης τότε πείθομεν ἀπολαύειν, οὐχ ὅταν ἐπαινῶμεν τὴν τράπεζαν μόνον, ἀλλὰ καὶ ὅταν τῶν ἐξ αὐτῆς ἐδεσμάτων τοῖς ἀπολειφθεῖσιν ἔχωμέν τι παρασχεῖν. Τοῦτο καὶ ὑμεῖς ποιήσατε νῦν, καὶ δυοῖν θάτερον ἔσται πάντως, ἢ πείσατε αὐτοὺς πρὸς ἡμᾶς ἐπανελθεῖν, ἢ μένοντες ἐπὶ τῆς αὐτῆς φιλονεικίας, διὰ τῆς ὑμετέρας τραφήσονται γλώττης, μᾶλλον δὲ ἐπανήξουσι πάντως. Οὐ γὰρ αἱρήσονται ἐν χάριτος τρέφεσθαι μέρει, παρὸν μετ' ἐξουσίας τῆς πατρικῆς ταύτης ἀπολαύειν τραπέζης. Ἀλλ' ὅτι μὲν τοῦτο ποιεῖτε, ἢ πεποιήκατε, ἢ ποιήσετε, πάνυ θαῤῥῶ καὶ πιστεύω· καὶ γὰρ αὐτὸς συνεχῶς ταῦτα παραινῶν οὐ διέλιπον· καὶ ὑμεῖς δὲ πεπληρωμένοι ἐστὲ πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Ὥρα δὴ λοιπὸν τὴν ἡμετέραν ὑμῖν παραθεῖναι τράπεζαν τὴν εὐτελῆ ταύτην καὶ πτωχὴν, καὶ πενίας μὲν πολλῆς γέμουσαν, ἔχουσαν δὲ ὄψον ἄριστον, ὑμῶν