1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

32

ἀθανασίας ψυχῆς, περὶ σωμάτων ἀναστάσεως, περὶ προνοίας Θεοῦ, περὶ τῆς κατ' ἀξίαν ἀντιδόσεως, περὶ τῶν εὐθυνῶν τῶν ἐκεῖ, περὶ τοῦ φοβεροῦ δικαστηρίου, περὶ τῶν ἀποκειμένων τοῖς κατορθοῦσιν ἀγαθῶν, περὶ τῶν ἠπειλημένων τοῖς ἁμαρτάνουσι τιμωριῶν, περὶ τῶν ἄλλων ἁπάντων· εἶτα μετὰ ἀκριβείας ἀποκρίνεται καὶ πληροφορίας πολλῆς· ὁ δὲ φιλόσοφος καὶ μέγα ἐπὶ κόμῃ καὶ βακτηρίᾳ 51.153 φρονῶν, μετὰ τοὺς πολλοὺς καὶ μακροὺς τῶν λόγων διαύλους, μετὰ τὰς πολλὰς καὶ ἀκαίρους ἀδολεσχίας, μηδὲ χᾶναι δύναται, μηδὲ διᾶραι στόμα περὶ τούτων ἔχει· τότε γνώσῃ καλῶς, πῶς Ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. Ἅπερ γὰρ ἐκεῖνοι δι' ἀπόνοιαν καὶ ὑπερηφανίαν οὐκ ἠδυνήθησαν εὑρεῖν, τῆς μὲν τοῦ Πνεύματος ἑαυτοὺς ἀποστήσαντες διδασκαλίας, τοῖς δὲ οἰκείοις λογισμοῖς τὸ πᾶν ἐπιῤῥίψαντες, ταῦτα οἱ πτωχοὶ καὶ ἀπεῤῥιμμένοι, καὶ τῆς ἔξωθεν ἀπεστερημένοι παιδεύσεως, μετὰ ἀκριβείας ἔμαθον ἅπαντα, τῆς ἐκ τῶν οὐρανῶν ἐξαρτήσαντες ἑαυτοὺς διδασκαλίας. Οὐκ ἐνταῦθα δὲ μόνον ἵσταται κατηγορῶν τῆς ἔξωθεν σοφίας, ἀλλὰ καὶ ἕτερα τούτων πλείονα προστίθησι λέγων· Ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ· καὶ παραινῶν τοῖς ἀκούουσι πάλιν μετὰ πάσης αὐτοῖς ἀτιμίας καὶ σφοδρότητος ἔλεγεν· Εἰ γάρ τις δοκεῖ, φησὶν, ἐν ὑμῖν σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός· καὶ πάλιν· Γέγραπται, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω· καὶ πάλιν, Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. ςʹ. Ἀλλ' ὅτι μὲν σοφίας μετεῖχον οἱ Κορίνθιοι, δῆλον ἐκ τούτων· ὅτι δὲ μέγα ἐφρόνουν καὶ ἐφυσῶντο, πάλιν ἐξ αὐτῆς τῆς Ἐπιστολῆς ἐστι φανερόν. Κατηγορήσας γάρ που τοῦ πεπορνευκότος, ἐπήγαγε λέγων· Καὶ ὑμεῖς δὲ πεφυσιωμένοι ἐστέ. Ὅτι δὲ ἐκ τῆς ἀπονοίας πρὸς ἀλλήλους ἤριζον, καὶ αὐτὸ τοῦτο ἐδήλωσε πάλιν εἰπών· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Καὶ τίς ὁ τῆς ἔριδος τρόπος; Εἰς πολλοὺς ἄρχοντας κατέτεμον ἑαυτοὺς, καὶ διὰ τοῦτό φησι· Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν φησιν· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ. Ταῦτα ἔλεγεν, οὐκ ἐπειδὴ Παύλῳ καὶ Κηφᾷ καὶ Ἀπολλῷ προσένεμον ἑαυτοὺς, ἀλλὰ τοῖς ὀνόμασι τούτοις ἀποκρύψαι βούλεται τοὺς τῆς στάσεως αἰτίους γεγενημένους, ὥστε μὴ φανεροὺς καταστήσας, φιλονεικοτέρους ποιῆσαι, καὶ εἰς μείζονα ἀναισχυντίαν ἀγαγεῖν. Ὅτι γὰρ οὐ Παύλῳ καὶ Πέτρῳ καὶ Ἀπολλῷ προσένεμον ἑαυτοὺς, ἀλλ' ἑτέροις τισὶ, καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Ἐγκαλέσας γὰρ αὐτοῖς ἐπὶ τῇ διαστάσει ταύτῃ, πάλιν ἐπήγαγε λέγων· Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ὑμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. Πολλοὶ γὰρ τῶν ἰδιωτῶν οὐκ ἔχοντες οἴκοθεν ἐπαίρεσιν, οὐδὲ τοὺς πλησίον δάκνειν, προστησάμενοί τινας ἑαυτῶν ἄρχοντας, τοῖς ἐκείνων πλεονεκτήμασιν εἰς τὴν καθ' ἑτέρων ὑπερηφανίαν ἐκέχρηντο· καὶ ἡ τῶν διδασκόντων αὐτοὺς σοφία τῆς ἑτέρων αὐτοῖς ἀπονοίας ἐγένετο πρόφασις· ὅπερ ἐσχάτης δοξομανίας ἦν, οἴκοθεν οὐκ ἔχοντας ἐναβρύνεσθαι, ταῖς ἑτέρων ὑπεροχαῖς ἀποχρῆσθαι εἰς τὴν κατὰ τῶν ἀδελφῶν ὑπεροψίαν, Ἐπεὶ οὖν καὶ εἰς ἀπόνοιαν ἤρθησαν καὶ διεστασίαζον, καὶ εἰς πολλὰ κατέτεμνον μέρη ἑαυτοὺς, καὶ μέγα ἐφρόνουν ἐπὶ τῇ διδασκαλίᾳ, ὡς οἴκοθέν τε καὶ παρ' ἑαυτῶν εὑρόντες, ἀλλ' οὐχ ὡς ἄνωθεν δεξάμενοι καὶ ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ τῆς ἀληθείας 51.154 δόγματα, βουλόμενος αὐτῶν καταστεῖλαι τὸ φύσημα, εὐθέως ἀπὸ τῶν προοιμίων κλητὸν αὑτὸν ἐκάλεσε, μονονουχὶ λέγων· Εἰ ἐγὼ ὁ διδάσκαλος οὐδὲν οἴκοθεν εὗρον, οὔτε πρότερον αὐτὸς τῷ Θεῷ προσῆλθον, ἀλλὰ κληθεὶς τότε ὑπήκουσα, πῶς ὑμεῖς οἱ μαθηταὶ, καὶ παρ' ἐμοῦ τὰ