1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

2

γὰρ τότε πληροφορεῖται ψυχὴ ἀσθενὴς, οὐκ ἐὰν ἁπλῶς ἀκούσῃ, ἀλλ' ἐὰν μάθῃ τι πλέον. Καὶ ὁ Χριστὸς δὲ πολλὴν ὑπὲρ τούτου ποιεῖται φροντίδα, ὅτε καθεσθεὶς ἐν τῷ ὄρει, πάντα μετὰ ἀκριβείας διελέγετο τοῖς μαθηταῖς τὰ περὶ τῆς συντελείας. ∆ιὰ τί; Ἵνα μὴ ἔχωσι χώραν οἱ τοὺς ἀντιχρίστους εἰσάγοντες καὶ ψευδοχρίστους. Καὶ πολλὰ τίθησι καὶ αὐτὸς σημεῖα, ἓν μὲν καὶ μέγιστον, λέγων, ὅταν κηρυχθῇ εἰς πάντα τὰ ἔθνη τὸ Εὐαγγέλιον· ἕτερον δὲ, ὥστε μὴ πλανᾶσθαι περὶ τῆς παρουσίας αὐτοῦ· Ὡς ἀστραπὴ, φησὶν, 62.470 ἥξει, οὐκ ἐν γωνίᾳ τινὶ κρυπτομένη, ἀλλὰ πανταχοῦ λάμπουσα· οὐ δεῖται τοῦ μηνύσοντος, οὕτως ἐστὶ λαμπρὰ, ὥσπερ οὐδὲ ἡ ἀστραπὴ δεῖται τοῦ μηνύσοντος. Εἶπε δέ που καὶ περὶ τοῦ ἀντιχρίστου, ἡνίκα ἔλεγεν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Καὶ τὰς ἐπαλλήλους δὲ καὶ ἀφάτους συμφορὰς τεκμήριον εἶναι τούτου ἔλεγε· καὶ ὅτι Ἠλίαν δεῖ ἐλθεῖν. Ἠπόρουν μὲν οὖν τότε οἱ Θεσσαλονικεῖς ταῦτα, ἡμῖν δὲ χρησίμη γέγονεν ἡ ἐκείνων ἀπορία· οὐ γὰρ πρὸς ἐκείνους μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς ταῦτα χρήσιμα, ἵνα τῶν μύθων τῶν παιδικῶν καὶ τῶν ληρημάτων τῶν γραϊκῶν ἀπαλλαγῶμεν. Ἢ οὐκ ἠκούσατε πολλάκις ἐν παισὶν ὄντες καὶ περὶ τοῦ ὀνόματος τοῦ ἀντιχρίστου πολλὰ λεγόντων τινῶν, καὶ περὶ τοῦ κάμπτειν τὰ γόνατα; Ἔτι γὰρ ἁπαλαῖς οὔσαις ταῖς διανοίαις ταῖς ἡμετέραις ἐγκατασπείρει ταῦτα ὁ διάβολος, ἵνα ἡμῖν τὸ δόγμα συναυξηθῇ, ἵνα ἀπατῆσαι δυνηθῇ. Οὐκ ἂν οὖν ταῦτα παρῆκεν ὁ Παῦλος περὶ τοῦ ἀντιχρίστου διαλεγόμενος, εἴ γε χρήσιμα ἦν. Μὴ δὴ ταῦτα ζητῶμεν. Οὐ γὰρ οὕτως ἥξει κλίνων τὰ γόνατα, ἀλλ', Ὑπεραιρόμενος ἐπὶ πάντα θεὸν λεγόμενον ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεός. Καθάπερ γὰρ ὁ διάβολος ἐξ ἀπονοίας ἔπεσεν, οὕτω καὶ ὁ ἐνεργούμενος ὑπ' αὐτοῦ εἰς ἀπόνοιαν ἀλειφόμενος. βʹ. ∆ιὸ, παρακαλῶ, πάντες σπουδάζωμεν πόῤῥω γενέσθαι τοῦ πάθους τούτου, ἵνα μὴ τῷ κρίματι τῷ ἐκείνου περιπέσωμεν, ἵνα μὴ τῆς κολάσεως ὑπεύθυνοι γενώμεθα τῆς αὐτῆς, ἵνα μὴ τῇ τιμωρίᾳ κοινωνήσωμεν τῇ αὐτοῦ. Μὴ νεόφυτον, φησὶν, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. Ἄρα ὁ τετυφωμένος τὴν αὐτὴν τῷ διαβόλῳ δίδωσι δίκην. Ἀρχὴ γὰρ, φησὶν, ὑπερηφανίας τὸ μὴ εἰδέναι τὸν Κύριον· ἀρχὴ ἁμαρτίας ὑπερηφανία, πρώτη ὁρμὴ καὶ κίνησις ἐπὶ τὸ κακόν· τάχα μὲν οὖν καὶ ῥίζα καὶ ὑποβάθρα. Ἡ γὰρ ἀρχὴ ἢ τὴν πρώτην ὁρμὴν δηλοῖ τὴν ἐπὶ τὸ κακὸν, ἢ τὴν σύστασιν· ὡς ἂν εἴποι τις, ἀρχὴ σωφροσύνης τὸ ἀπέχεσθαι θέας ἀτόπου, τουτέστι, πρώτη ὁρμή· ἂν δὲ εἴπωμεν, ἀρχὴ σωφροσύνης νηστεία, τουτέστι, θεμέλιος καὶ σύστημα. Οὕτω καὶ ἁμαρτίας ἀρχή ἐστιν ἡ ἀπόνοια· καὶ γὰρ ἀπ' αὐτῆς ἄρχεται πᾶσα ἁμαρτία, καὶ ὑπ' αὐτῆς συγκροτεῖται. Ὅτι γὰρ, ὅσα ἂν πράττωμεν ἀγαθὰ, οὐκ ἀφίησιν αὐτὰ ἡ κακία διαμεῖναι καὶ μὴ διαπεσεῖν, ἀλλ' ὥσπερ ῥίζα τίς ἐστιν, οὐκ ἐῶσα μὴ διασαλευθῆναι, δῆλον ἐκεῖθεν· ὅρα πόσα ὁ Φαρισαῖος εἰργάσατο, ἀλλ' οὐδὲν αὐτὸν ὤνησε· τὴν γὰρ ῥίζαν οὐκ ἐξέκοψεν, ἀλλ' αὐτὴ τοῖς πᾶσιν ἐλυμήνατο. Ἐξ ἀπονοίας ὑπεροψία πενήτων γίνεται, ἐπιθυμία χρημάτων, ἔρως ἀρχῆς, πόθος δόξης· πρὸς ὕβριν ἀμυντικὸς ὁ τοιοῦτος. Ὁ γὰρ ἀπονενοημένος, οὐδὲ παρὰ τῶν μειζόνων, μήτι γε παρὰ τῶν ἐλαττόνων ἀνέχεται ὑβρίζεσθαι· ὁ δὲ μὴ ἀνεχόμενος ὑβρίζεσθαι, οὐδὲ παθεῖν κακῶς ἀνέχεται. Ὅρα πῶς ἀρχὴ ἁμαρτίας ὑπερηφανία. Πῶς δὲ ἀρχὴ ὑπερηφανίας τὸ μὴ εἰδέναι τὸν Κύριον; Εἰκότως· ὁ γὰρ εἰδὼς τὸν Θεὸν ὡς εἰδέναι χρὴ, ὁ εἰδὼς ὅτι ὁ 62.471 Υἱὸς τοῦ Θεοῦ τοσοῦτον ἐταπεινοφρόνησεν, οὐκ ἐπαίρεται· ὁ δὲ ταῦτα μὴ εἰδὼς, ἐπαίρεται· πρὸς ἀπόνοιαν γὰρ ἀλείφει ἡ ὑπερηφανία. Εἰπὲ γάρ μοι, πόθεν οὗτοι οἱ τὴν Ἐκκλησίαν πολεμοῦντές φασιν εἰδέναι τὸν Θεόν; οὐχὶ ἀπὸ ἀπονοίας; Ἰδοὺ τὸ μὴ εἰδέναι τὸν Κύριον, εἰς οἷον κρημνὸν