1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

10

τοῦτο μείζων ἡ τιμωρία. Ἀλλὰ μὴ γένοιτο γενέσθαι. ∆ιὸ, παρακαλῶ, κἂν νῦν ἀνανήψωμεν, ἔχωμεν τὴν γέενναν πρὸ ὀφθαλμῶν, ἐννοῶμεν τὰς εὐθύνας ἐκείνας τὰς ἀπαραιτήτους· ἵνα ταῦτα λογιζόμενοι, καὶ τὴν κακίαν φύγωμεν, καὶ τὴν ἀρετὴν αἱρώμεθα, καὶ δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ.

ΟΜΙΛΙΑ Γʹ. Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ,

καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν. αʹ. Εἰσὶ πολλοὶ τῶν ἀνθρώπων, οἳ τὰς ἐλπίδας τὰς χρηστὰς οὐκ ἐν τῷ τῶν ἁμαρτημάτων ἀπέχεσθαι ἔχουσιν, ἀλλ' ἐν τῷ νομίζειν τὴν γέενναν μὴ σφοδρὰν εἶναι, καθὼς λέγεται, ἀλλ' ἡμερωτέραν τῆς ἠπειλημένης, καὶ πρόσκαιρον, οὐκ αἰώνιον, καὶ πολλὰ περὶ τούτου φιλοσοφοῦσιν. Ἐγὼ μὲν οὖν οὐ μόνον ὅτι τῆς ἠπειλημένης οὐκ ἔστιν ἡμερωτέρα, ἀλλ' ὅτι καὶ σφοδροτέρα πολλῷ, πολλαχόθεν ἔχω παραστῆσαι, καὶ ἐξ αὐτῶν συλλογίσασθαι τῶν περὶ γεέννης ῥημάτων. Πλὴν ἀλλ' οὐδένα περὶ τούτων κινῶ λόγον νῦν· ἀρκεῖ γὰρ ὁ καὶ ἀπὸ ψιλῶν ῥημάτων φόβος, κἂν μὴ τὸν νοῦν αὐτῶν ἀναπτύξωμεν. Ὅτι δὲ οὐκ ἔστι πρόσκαιρος, ἄκουσον τοῦ Παύλου λέγοντος νῦν περὶ τῶν μὴ εἰδότων τὸν Θεὸν, μηδὲ πιστευόντων ἐν τῷ Εὐαγγελίῳ, ὅτι δίκην τίσουσιν, ὄλεθρον αἰώνιον. Τὸ αἰώνιον οὖν πῶς πρόσκαιρον; Ἀπὸ προσώπου, φησὶ, τοῦ Κυρίου. Τί ἐστι τοῦτο; Τί εὔκολον ἐνταῦθα βούλεται εἰπεῖν; Ἐπειδὴ γὰρ μέγα ἐφύσων τότε πλουτοῦντες, οὐ δεῖ, φησὶν, πολλῆς ἐργωδίας, ἀλλ' ἀρκεῖ παραγενέσθαι μόνον καὶ ὀφθῆναι τὸν Θεὸν, καὶ πάντες ἐν κολάσει καὶ τιμωρίᾳ γίνονται. Ἡ παρουσία αὐτοῦ τοῖς μὲν φῶς ἔσται, τοῖς δὲ τιμωρία. Καὶ ἀπὸ τῆς δόξης, φησὶ, τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασι. Τί λέγεις; Θεὸς ἐνδοξάζεται; Ναὶ, Ἐν πᾶσι, φησὶ, τοῖς ἁγίοις αὐτοῦ. Πῶς; Ὅταν γὰρ ἴδωσιν οἱ μέγα φυσῶντες τοὺς μαστιζομένους ὑπ' αὐτῶν, τοὺς καταφρονουμένους, τοὺς καταγελωμένους, τούτους ἐγγὺς ὄντας αὐτοῦ, δόξα αὐτοῦ γίνεται· μᾶλλον δὲ τοῦτο δόξα ἐστὶ καὶ αὐτῶν καὶ αὐτοῦ· αὐτοῦ μὲν, ὅτι αὐτοὺς οὐκ ἐγκατέλιπεν, ἀλλὰ 62.480 λαμπροὺς ἀπέδειξεν· αὐτῶν δὲ, ὅτι τοσαύτης κατηξιώθησαν τιμῆς. Ὥσπερ γὰρ πλοῦτος αὐτοῦ ἐστι τὸ εἶναι πιστοὺς, οὕτω καὶ δόξα αὐτοῦ ἐστι τὸ εἶναι τοὺς μέλλοντας ἀπολαύειν αὐτοῦ τῶν ἀγαθῶν. ∆όξα ἐστὶ τοῦ ἀγαθοῦ τὸ ἔχειν οἷς τῆς εὐεργεσίας μεταδῷ. Καὶ θαυμασθῆναι, φησὶν, ἐν πᾶσι τοῖς πιστεύσασι. Τουτέστι, διὰ τῶν πιστευσάντων. Ἰδοὺ πάλιν τὸ, ἐν, διὰ ἐστί. ∆ι' ἐκείνων γὰρ θαυμαστὸς ἀποδείκνυται. Ὅταν γὰρ τοὺς οἰκτροὺς καὶ ταλαιπώρους καὶ μυρία παθόντας δεινὰ, καὶ πιστεύσαντας, εἰς τοσαύτην ἄγῃ λαμπρότητα, δείκνυται αὐτοῦ ἡ ἰσχὺς τότε, ὅτι εἰ καὶ ἐνταῦθα δοκοῦσιν ἐγκαταλελεῖφθαι, ἀλλ' ὅμως ἐκεῖ πολλῆς ἀπολαύουσι δόξης· τότε μάλιστα πᾶσα ἡ δόξα τοῦ Θεοῦ δείκνυται καὶ ἡ ἰσχύς. Καὶ πῶς, ἄκουε· ἐπάγει γὰρ, Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ' ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν. Τουτέστιν, ὅταν παράγωνται εἰς μέσον οἱ μυρία παθόντες δεινὰ, ὥστε ἐκστῆναι τῆς πίστεως, καὶ μὴ ἐνδόντες, ἀλλὰ πιστοὶ μείναντες, δοξάζεται ὁ Θεός· τότε δείκνυται καὶ τούτων ἡ δόξα. Ἐπεὶ τοίνυν πολλοὶ τὴν πίστιν ὑποκρίνονται, μὴ μακάριζε μηδένα πρὸ τελευτῆς· καὶ γὰρ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δείκνυνται οἱ πιστεύσαντες. Εἰς ὃ καὶ προσευχόμεθα, φησὶ, πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν,