1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

17

τῶν ἀκροατῶν τὴν διάνοιαν, οὐκέτι ἐποίησε δεινὰ τὰ παρόντα νομίζειν, ἀλλ' εὐχαριστίας ἄξια. ∆ιόπερ ἐπήγαγεν· Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ' ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας. Πῶς εἰς σωτηρίαν εἵλετο; ∆είκνυσιν εἰπὼν, Ἐν ἁγιασμῷ πνεύματος, τουτέστιν, ἁγιάσαι διὰ πνεύματος καὶ πίστεως ἀληθοῦς. Ταῦτα γὰρ ἡμῶν ἐστι τὰ συνεκτικὰ τῆς σωτηρίας· οὐδαμοῦ ἀπὸ ἔργων, οὐδαμοῦ ἀπὸ κατορθωμάτων, ἀλλὰ διὰ πίστεως ἀληθείας. Ἰδοὺ τὸ, ἐν, πάλιν διὰ ἐστίν. Ἐν ἁγιασμῷ πνεύματος, φησίν. Εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐ μικρὸν καὶ τοῦτο, εἰ αὑτοῦ δόξαν τὴν ἡμετέραν σωτηρίαν ἡγεῖται ὁ Χριστός. ∆όξα γὰρ τοῦ φιλανθρώπου τὸ πολλοὺς εἶναι τοὺς σωζομένους. Ἄρα μέγας ἡμῶν ὁ Κύριος, εἰ οὕτως ἐφίεται τῆς σωτηρίας ἡμῶν· μέγα καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐργαζόμενον ἡμῖν τὸν ἁγιασμόν. ∆ιὰ τί οὐ πρότερον εἶπε τὴν πίστιν, ἀλλὰ τὸν ἁγιασμόν; Ὅτι καὶ μετὰ τὸν ἁγιασμὸν πολλῆς αὐτῆς ἔτι δεόμεθα, ὥστε μὴ παρασαλευθῆναι. Ὁρᾷς πῶς οὐδὲν αὐτῶν δείκνυσιν ὂν, ἀλλὰ τὸ πᾶν τοῦ Θεοῦ; Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολῆς ἡμῶν. Ἐντεῦθεν δῆλον ὅτι οὐ πάντα δι' ἐπιστολῆς παρεδίδοσαν, ἀλλὰ πολλὰ καὶ ἀγράφως· ὁμοίως δὲ κἀκεῖνα καὶ ταῦτά ἐστιν ἀξιόπιστα. Ὥστε καὶ τὴν παράδοσιν τῆς Ἐκκλησίας ἀξιόπιστον ἡγώμεθα. Παράδοσίς ἐστι, μηδὲν πλέον ζήτει. ∆είκνυσιν ἐνταῦθα πολλοὺς ὄντας τοὺς παρασαλευομένους. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ. Πάλιν εὐχὴ μετὰ παραίνεσιν· τοῦτο γάρ ἐστιν ὄντως βοηθεῖν. Ὁ ἀγαπήσας ἡμᾶς, φησὶ, καὶ δοὺς παράκλησιν αἰώνιον καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι. Ποῦ νῦν εἰσιν οἱ τὸν Υἱὸν ἐλαττοῦντες, ἐπειδὴ μετὰ τὸν Πατέρα ἐν τῇ χάριτι τοῦ λουτροῦ ὀνομάζεται; ἰδοὺ γὰρ ἐνταῦθα τοὐναντίον ἐστίν· αὐτός φησι πρῶτον, Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· εἶτα, Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν. Ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον. Ποίαν δὴ ταύτην; Τὴν ἐλπίδα τῶν μελλόντων. Ὁρᾷς πῶς ἐν τάξει εὐχῆς διανίστησιν αὐτῶν τὴν διάνοιαν, τὰ τῆς κηδεμονίας τοῦ Θεοῦ τῆς ἀφάτου τιθεὶς ἐνέχυρα καὶ τεκμήρια; Παρακαλέσαι, φησὶν, ὑμῶν τὰς καρδίας ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ· τουτέστι, διὰ παν 62.489 τὸς ἔργου καὶ λόγου ἀγαθοῦ. Χριστιανῶν γὰρ αὕτη παράκλησις, τὸ μὴ μόνον ποιῆσαί τι χρηστὸν βούλεσθαι, ἀλλὰ καὶ τῷ Θεῷ δοκοῦν. Ὅρα πῶς αὐτῶν καταστέλλει τὸ φρόνημα. Ὁ δοὺς παράκλησιν, φησὶ, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι. Ἅμα καὶ εὐέλπιδας ὑπὲρ τῶν μελλόντων ποιεῖ. Εἰ γὰρ τοσαῦτα χάριτι ἔδωκε, πολλῷ μᾶλλον τὰ μέλλοντα. Ἐγὼ μέντοι οὕτως εἶπον, φησὶ, τὸ δὲ πᾶν τοῦ Θεοῦ ἐστι. Στηρίξαι· βεβαιώσαι, ὥστε μὴ σαλεύεσθαι μηδὲ παρακλίνεσθαι· καὶ γὰρ ἡμῶν καὶ αὐτοῦ τοῦτό ἐστιν. Ὥστε καὶ δογμάτων καὶ πράξεων ἕνεκεν. Τοῦτο γάρ ἐστι παράκλησις, τὸ ἐστηρίχθαι. Ὅταν γάρ τις μὴ παραφέρηται, πάντα, ὅσαπερ ἂν πάθῃ, μετὰ πολλῆς φέρει τῆς μακροθυμίας· ὡς ἐὰν παρασαλευθῇ ἡ διάνοια, οὐδὲν λοιπὸν ἐργάσεται τῶν ἀγαθῶν καὶ γενναίων πράξεων, ἀλλ' ὡς ἄν τις τὰς χεῖρας ἐκλυθῇ, οὕτω καὶ ψυχὴ παρασαλεύεται, ὅταν μὴ πεπιστευκυῖα ᾖ, ὅτι ἐπί τι χρηστὸν ἀπαντᾷ τέλος. Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοὶ, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς. γʹ. Αὐτὸς μὲν οὖν προσηύξατο περὶ αὐτῶν, ὥστε στηριχθῆναι· αἰτεῖ δὲ νῦν παρ' αὐτῶν, προσεύξασθαι ὑπὲρ αὐτοῦ ἀξιῶν, οὐχ ἵνα μὴ κινδυνεύῃ (εἰς τοῦτο γὰρ ἔκειτο), ἀλλ', Ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς. Καὶ μετ'