3
οὐδὲ πάντων αὐτῶν, ἀλλ' ἑνὸς ἢ δύο καὶ ταύτας εὐαριθμήτους τὰς δὲ σκιὰς μόνον τῶν μακαρίων ἐκείνων ἐφαπτομένας τε αὐτῶν ἅμα καὶ τὴν ὑγίειαν ἐργαζομένας, πολλοῖς δὲ τῶν μαινομένων τῶν ἱματίων Παύλου οὐδὲν πλέον ἐδέησε πρὸς τὴν τοῦ κινοῦντος αὐτοὺς δαίμονος ἀπαλλαγήν. Εἰ δέ τις ταῦτα τῦφον εἶναι λέγοι καὶ τερατείαν πλασμάτων ἀπίθανον ἀλλὰ τά γε νῦν ὁρώμενα ἱκανὰ τὸ βλάσφημον ἐμφράξαι στόμα καὶ καταισχῦναι καὶ τὴν ἀχαλίνωτον γλῶτταν ἐπισχεῖν. Οὐ γὰρ ἔστιν ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ οὐ χώρα, οὐκ ἔθνος, οὐ πόλις ἔνθα ταῦτα οὐκ ᾄδεται τὰ παράδοξα οὐκ ἂν θαυμασθέντα ποτὲ εἰ πλάσματα ἦν.
10 Καὶ τοῦ λόγου τὴν μαρτυρίαν ὑμεῖς ἂν παράσχοιτε ταύτην ἡμῖν. Οὐ γὰρ δεησόμεθα παρ' ἑτέρων τὴν πίστιν τῶν λεγομένων λαβεῖν ὑμῶν τῶν ἐχθρῶν ταύτην παρεχομένων ἡμῖν. Εἰπὲ γάρ μοι, διὰ τί τὸν Ζωροάστρην ἐκεῖνον καὶ τὸν Ζάμολξιν οὐδὲ ἐξ ὀνόματος ἴσασιν οἱ πολλοὶ μᾶλλον δὲ οὔδενες πλὴν ὀλίγων τινῶν; Ὅτι πλάσματα ἦν τὰ περὶ ἐκείνων λεγόμενα ἅπαντα. Καίτοι κἀκεῖνοι καὶ οἱ τὰ ἐκείνων συνθέντες δεινοὶ γενέσθαι λέγονται οἱ μὲν γοητείαν εὑρεῖν καὶ ἐργάσασθαι οἱ δὲ συσκιάσαι ψεῦδος τῇ τῶν λόγων πιθανότητι. Ἀλλὰ πάντα μάτην γίνεται καὶ εἰκῆ ὅταν ἡ τῶν λεγομένων ὑπόθεσις σαθρὰ καὶ ψευδὴς οὖσα τύχῃ ὥσπερ οὖν ὅταν ἰσχυρὰ καὶ ἀληθὴς πάντα πάλιν μάτην γίνεται καὶ εἰκῆ τὰ πρὸς ἀνατροπὴν ἐπινοούμενα παρὰ τῶν ἐχθρῶν.
11 Οὐδεμιᾶς γὰρ δεῖται βοηθείας ἡ τῆς ἀληθείας ἰσχύς, ἀλλὰ κἂν μυρίους ἔχῃ τοὺς σβεννύντας αὐτὴν οὐ μόνον οὐκ ἀφανίζεται, ἀλλὰ καὶ δι' αὐτῶν τῶν ἐπηρεάζειν ἐπιχειρούντων φαιδροτέρα καὶ ὑψηλοτέρα ἄνεισι τῶν εἰκῆ κοπτόντων ἑαυτοὺς καὶ μαινομένων καταγελῶσα. Τὰ μὲν γὰρ παρ' ἡμῖν ἅ φατε πλάσματα εἶναι καὶ τύραννοι καὶ βασιλεῖς καὶ λόγων ἄμαχοι σοφισταὶ ἤδη δὲ καὶ φιλόσοφοι καὶ γόητες καὶ μάγοι καὶ δαίμονες καθελεῖν ἐσπούδασαν, καὶ "ἐξησθένησεν ἐπ' αὐτοὺς ἡ γλῶσσα αὐτῶν" κατὰ τὸν προφητικὸν λόγον καὶ "Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν." Οἱ μὲν γὰρ βασιλεῖς τοσοῦτον ἐκέρδαναν ἐκ τῆς καθ' ἡμῶν ἐπιβουλῆς ὅσον θηριωδίας δόξαν παρὰ πᾶσιν ἔλαβον. ∆ιὰ γὰρ τὸν κατὰ τῶν μαρτύρων θυμὸν εἰς τὴν τῆς κοινῆς φύσεως ἐξενεχθέντες ἀπήνειαν μυρίοις ἑαυτοὺς οὐ συνεῖδον περιβαλόντες ὀνείδεσιν. Οἱ δὲ φιλόσοφοι καὶ δεινοὶ ῥήτορες δόξαν πολλὴν οἱ μὲν ἐπὶ σεμνότητι οἱ δὲ ἐπὶ λόγων δυνάμει παρὰ τοῖς πολλοῖς ἔχοντες μετὰ τὴν πρὸς ἡμᾶς μάχην καταγέλαστοι γεγόνασι καὶ παίδων ληρούντων ἁπλῶς οὐδὲν διαφέρειν ἔδοξαν.
12 Ἀπὸ γὰρ ἐθνῶν καὶ δήμων τοσούτων οὐ σοφόν τινα, οὐκ ἄσοφον, οὐκ ἄνδρα, οὐ γυναῖκα ἀλλ' οὐδὲ παιδίον μικρὸν μεταπεῖσαι ἴσχυσαν, ἀλλὰ τοσοῦτός ἐστι τῶν ὑπ' αὐτῶν γεγραμμένων ὁ γέλως ὥστε ἀφανισθῆναι καὶ τὰ βιβλία πάλαι καὶ ἅμα τῷ δειχθῆναι καὶ ἀπολέσθαι τὰ πολλά. Εἰ δέ που τι καὶ εὑρεθείη διασωθὲν παρὰ Χριστιανοῖς τοῦτο σωζόμενον εὕροι τις ἄν. Τοσοῦτον ἀπέχομεν βλάβην τινὰ παρὰ τῆς ἐκείνων ὑποπτεύειν ἐπιβουλῆς, οὕτω καταγελῶμεν τῆς πολλῆς τῶν μηχανημάτων αὐτῶν περιεργίας. Οὔτε γὰρ εἰ τὰ σώματα ἀδαμάντινα καὶ ἄφθαρτα ἦν ἡμῖν "σκορπίους" καὶ "ὄφεις" καὶ πῦρ ταῖς χερσὶν ἐπισφίγγοντες ἐδείσαμεν ἂν ἀλλὰ καὶ ἐπεδειξάμεθα· οὔτε ἐπειδὴ τὰς ψυχὰς ἡμῖν καὶ τὴν πίστιν τοιαύτην κατεσκεύασεν ὁ Χριστὸς τὰ φάρμακα τῶν ἐχθρῶν ἔχοντες δεδοίκαμεν. Εἰ γὰρ ἐπάνω "ὄφεων" καὶ "σκορπίων" καὶ πάσης τοῦ διαβόλου τῆς τυραννίδος "πατεῖν" ἡμῖν ἐπιτέτακται πολλῷ μᾶλλον ἐπάνω σκωλήκων καὶ κανθάρων. Τοσοῦτον γὰρ τὸ μέσον τῆς τούτων βλάβης πρὸς τὴν ἐκείνου τοῦ πονηροῦ δαίμονος ἐπιβουλήν.
13 Καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα τὰ δὲ ὑμέτερα. Ἐπολέμησε μὲν αὐτοὺς οὐδεὶς οὐδέποτε, οὐδὲ γὰρ θέμις Χριστιανοῖς ἀνάγκῃ καὶ βίᾳ καταστρέφειν τὴν πλάνην ἀλλὰ καὶ πειθοῖ καὶ λόγῳ καὶ προσηνείᾳ τὴν τῶν ἀνθρώπων ἐργάζεσθαι σωτηρίαν. Ὅθεν οὐδεὶς τῶν τὰ τοῦ Χριστοῦ φρονούντων βασιλεὺς δόγματα καθ' ὑμῶν ἔθηκε