1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

5

εὐπόρουν τροφῆς ἀπὸ τῆς τῶν χειρῶν τεχνῆς διαζῶντες ἀμφότεροι. Ἀλλ' οὐδὲ ἐπὶ γένους λαμπρότητι παρῆν αὐτοῖς μεγαλοφρονεῖν· τοῦ μὲν γὰρ οὐδὲ τὸν πατέρα ἴσμεν ὅστις ἦν οὕτως ἦν ἄσημος καὶ ἀφανής, τοῦ Πέτρου δὲ δῆλος μέν ἐστιν ὁ πατὴρ, τοσοῦτον δὲ ἔχει θατέρου πλέον ὅσον τὴν προσηγορίαν αὐτοῦ γνώριμον ἡμῖν ἐποίησαν αἱ Γραφαὶ μόνον καὶ τοῦτο διὰ τὸν υἱόν. Εἰ δὲ καὶ χώραν τις καὶ ἔθνος ἐξετάζειν βούλοιτο τὸν μὲν Κίλικα εὑρήσει τὸν δὲ πόλεως ἀσημοῦ πολίτην μᾶλλον δὲ οὐδὲ πόλεως ἀλλὰ κώμης τῆς ἐσχάτης, ἀπὸ Βηθσαιδὰ γὰρ τῆς Γαλιλαίας δέ ἐστι χωρίον οὕτως καλούμενον ἐξ ἧς ὁ μακάριος ἐκεῖνος ἦν. Καὶ τὰς τέχνας δέ τις αὐτῶν ἀκούσας ὄψεται οὐδὲν μέγα ἐχούσας καὶ σεμνόν· τοῦ μὲν γὰρ ἁλιέως ὁ σκηνοποιὸς τιμιώτερος τῶν δὲ ἄλλων χειροτεχνῶν εὐτελέστερος.

19 Πόθεν οὖν, εἰπέ μοι, πόθεν πρᾶγμα τοσοῦτον ὑποκρίνασθαι ἐτόλμησαν; Ποίαις ἐπαρθέντες ἐλπίσι; Τίνι θαρρήσαντες; Ἆρα τῷ καλάμῳ καὶ τῷ ἀγκίστρῳ ἢ τῇ σμίλῃ καὶ τῷ τρυπάνῳ; Οὐκ ἀπελθόντες ἀπάγξεσθέ που ἢ καὶ κατακρημνίσετε ἑαυτοὺς τοσαύτην ὀφλισκάνοντες ἄνοιαν;

20 Θῶμεν δὲ εἰ βούλεσθε καθ' ὑμᾶς καὶ τὸ ἀδύνατον τοῦτο γενέσθαι δυνατὸν, καὶ τὸν μὲν ἀπὸ τῆς λίμνης ἀνελθόντα λέγειν ὅτι ἡ σκιὰ τοῦ σώματος τοῦ ἐμοῦ νεκροὺς ἀνέστησε, τὸν δὲ ἐκπηδήσαντα τῶν τοῦ σκηνορραφείου δέρρεων τὰ αὐτὰ δὴ ταῦτα κομπάζειν ἐκείνῳ περὶ τῶν ἱματίων αὐτοῦ. Τίς οὕτως ἐμεμήνει τῶν ταῦτα ἀκουόντων ὡς ψιλοῖς ῥήμασι πιστεῦσαι περὶ πραγμάτων τοιούτων; ∆ιὰ τί δὲ μηδεὶς ἐκείνων τῶν χρόνων χειροτέχνης ἀνὴρ εἶπέ τι περὶ ἑαυτοῦ τοιοῦτόν ποτε ἢ ἕτερός τις περὶ αὐτοῦ; Καίτοι εἰ τὰ ἡμέτερα πλάσματα ἦν τοὺς μετ' ἐκείνους εὐκολώτερον τὰ τοιαῦτα ψεύδεσθαι εἰκὸς ἦν. Ἐκεῖνοι μὲν γὰρ οὐκ εἶχον εἰς ἑτέρους ἀνενεγκόντες ὑπὲρ τούτων ἐλπίσαι τοῦ πράγματος περιέσεσθαι, οἱ δὲ μετ' ἐκείνους εἰς ἐκείνους ὁρῶντες προχειρότερον ἂν τοῦ πλάσματος κατετόλμησαν τοῦ παραδείγματος τῶν προτέρων τοῖς δευτέροις παρακελευομένου θαρρεῖν ὡς οὐδενὸς ἐν τῇ γῇ νοῦν ἔχοντος ἀλλὰ πάντων ἐξεστηκότων καὶ μεμηνότων, καὶ τοῖς βουλομένοις ἐξὸν ἅπασιν ἅπερ ἂν θέλωσι περὶ ἑαυτῶν λέγειν τε καὶ πιστεύεσθαι.

21 Λῆρος ταῦτα καὶ γέλως καὶ μωρίας Ἑλληνικῆς ῥήματα. Καθάπερ γὰρ ἂν εἴ τις προαχθείη τοξεύειν τὸν οὐρανὸν ὡς διαρρήξων αὐτὸν τοῖς αὐτοῦ βέλεσιν ἢ τὸν ὠκεανὸν ἐξαντλεῖν ὡς κενώσων αὐτὸν ταῖς ἑαυτοῦ χερσὶν οὐδεὶς ὅστις οὐ γελάσεται τῶν ἀστειοτέρων αὐτόν, οἱ δὲ σεμνότεροι καὶ δακ ρύσονται δάκρυσι πολλοῖς, οὕτως ὅταν ἡμῖν Ἕλληνες ἀντιλέγωσι γελᾷν αὐτοὺς καὶ δακρύειν καλόν· πολλῷ γὰρ τοῦ τὸν οὐρανὸν τρώσειν ἐλπίζοντος καὶ τὴν ἄβυσσον κενώσειν ἀπορωτέροις ἐπιχειροῦσι πράγμασιν. Οὔτε γὰρ τὸ φῶς ἔσται σκότος ποτὲ ἕως ἂν ᾖ φῶς οὔτε ἡ τῶν παρ' ἡμῖν πραγμάτων ἀλήθεια διελεγχθήσεται· ἀλήθεια γάρ ἐστι ταύτης δὲ ἰσχυρότερον οὐδέν.

22 Ὅτι μὲν οὖν καὶ τὰ ἀρχαῖα ἃ ἀκοῇ ἴσμεν τῶν παρόντων καὶ ὁρωμένων οὐχ ἧττόν ἐστι πιστὰ πᾶς ὁστισοῦν μὴ παραπαίων καὶ ἐξεστηκὼς ὁμολογήσειεν ἄν· ἵνα δὲ καὶ ἐκ περιουσίας τὴν νίκην ἀρώμεθα βούλομαι καὶ ἐπὶ τῆς ἡμετέρας γενεᾶς γενόμενόν τι παράδοξον εἰπεῖν. Ἀλλὰ μὴ θορυβηθῆτε εἰ θαῦμα ὑποσχόμενος ἐρεῖν ἐφ' ἡμῶν γεγονὸς εἶτα ἐκ παλαιᾶς ἱστορίας ἄρχομαι τοῦ διηγήματος ὑφαίνειν τὴν ἀρχήν. Οὔτε γὰρ μέχρις ἐκείνων στήσομαι μόνον οὔτε ἀλλότρια τῆς νέας ὑποθέσεως ἐρῶ τὰ παλαιά· ἀλλήλων γὰρ ἑκάτερα ἔχεται καὶ διαζευχθῆναι τὴν ἀκολουθίαν αὐτῶν οὐκ ἔνι. Εἴσεσθε δὲ καλῶς αὐτῶν τῶν πραγμάτων ἀκούσαντες.

23 Ἐγένετό τις βασιλεὺς ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων, καὶ τὰ μὲν ἄλλα ὁποῖός τις ἦν οὗτος ὁ βασιλεὺς οὐκ ἔχω λέγειν, τὸ δὲ ἄγος ὅπερ ἐτόλμησεν ἀκούσαντες εἴσεσθε καὶ περὶ τῆς λοιπῆς τῶν τρόπων ὠμότητος. Τί οὖν τὸ ἄγος ἦν; Ἔδοξεν ἔθνει τινὶ τῶν ἐκείνῳ πολεμούντων τῷ βασιλεῖ καταλῦσαι τὸν πόλεμον καὶ μήτε ἑτέρους κόπτειν μήτε αὐτοὺς ὑπὸ ἑτέρων κόπτεσθαι τοῦ λοιποῦ, ἀλλὰ