3
τῶν ἀκροωμένων τὴν ἐπιθυμίαν. Τράπεζαν γὰρ ἡδίστην οὐκ ἐδεσμάτων πολυτέλεια ποιεῖ μόνον, ἀλλὰ καὶ ἡ τῶν κεκλημένων ποιεῖ ὄρεξις· οὕτω λαμπρὰ τράπεζα εὐτελὴς φανεῖται, ὅταν μὴ μετὰ τοῦ πεινῇν προσβάλωσιν οἱ παρόντες· οὕτω καὶ ἡ εὐτελὴς πολυτελὴς δείκνυται, ὅταν πεινῶντας λάβῃ τοὺς δαιτυμόνας. Ὅπερ οὖν καὶ ἕτερός τις συνιδὼν, ὅτι οὐ τῇ φύσει τῶν ἐδεσμάτων, ἀλλὰ τῇ διαθέσει τῶν ἑστιωμένων ἡ πολυτέλεια κρίνεται τῶν τραπεζῶν, οὕτω πώς φησι· Ψυχὴ ἐν πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει, 51.117 ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται· οὐ τῆς φύσεως τῶν προκειμένων μεταβαλλομένης, ἀλλὰ τῆς διαθέσεως τῶν ἑστιωμένων κλεπτούσης τὴν αἴσθησιν. Εἰ δὲ τὰ πικρὰ γλυκέα φαίνεται διὰ τὴν ἐπιθυμίαν τῶν κεκλημένων, πολλῷ μᾶλλον τὰ εὐτελῆ πολυτελῆ φαίνεται. ∆ιὸ δὴ καὶ ἡμεῖς ἐσχάτῃ συζῶντες πενίᾳ, τοὺς φιλοτίμους τῶν ἑστιατόρων μιμούμεθα, καθ' ἑκάστην σύναξιν πρὸς τὴν ἡμετέραν καλοῦντες ὑμᾶς τράπεζαν. Ποιοῦμεν δὲ τοῦτο, οὐ τῇ τῆς οἰκείας εὐπορίας πεποιθότες, ἀλλὰ τῇ τῆς ὑμετέρας ἀκροάσεως θαῤῥοῦντες. γʹ. Τῆς μὲν οὖν ἐπιγραφῆς ὑμῖν τὸ χρέος ἅπαν καταβεβλήκαμεν, τῆς ἐπιγραφῆς, φημὶ, τῶν Πράξεων τῶν ἀποστολικῶν. Ἀκόλουθον δὲ λοιπὸν ἦν καὶ τῆς ἀρχῆς ἅψασθαι τοῦ βιβλίου, καὶ εἰπεῖν τί ποτέ ἐστι· Τὸν μὲν πρῶτον λόγον ἐποιήσαμεν περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Ἀλλὰ Παῦλος οὐκ ἀφίησί με χρήσασθαι τῇ τάξει ταύτῃ τῆς ἀκολουθίας, πρὸς ἑαυτὸν καὶ τὰ οἰκεῖα κατορθώματα τὴν ἡμετέραν γλῶτταν καλῶν. Ἐπιθυμῶ γὰρ αὐτὸν ἰδεῖν εἰς ∆αμασκὸν εἰσαγόμενον, δεδεμένον, οὐκ ἐν ἁλύσει σιδηρᾷ, ἀλλὰ φωνῇ δεσποτικῇ· ἐπιθυμῶ ἰδεῖν ἁλιευθέντα τὸν ἰχθὺν τοῦτον τὸν μέγαν, τὸν ἅπασαν ἀναβράσσοντα τὴν θάλασσαν, τὸν μυρία κύματα κατὰ τῆς Ἐκκλησίας ἐπεγείραντα· ἐπιθυμῶ ἰδεῖν αὐτὸν ἁλιευθέντα, οὐκ ἀγκίστρῳ, ἀλλὰ λόγῳ δεσποτικῷ. Καθάπερ γάρ τις ἁλιεὺς ἐπὶ πέτρας ὑψηλῆς καθήμενος, τὸν κάλαμον μετεωρίζων, ἀφ' ὑψηλοῦ τὸ ἄγκιστρον ἀφίησιν εἰς τὸ πέλαγος· οὕτω δὴ καὶ ὁ ∆εσπότης ὁ ἡμέτερος, ὁ τὴν ἁλείαν δείξας τὴν πνευματικὴν, καθάπερ ἐφ' ὑψηλῆς πέτρας τῶν οὐρανῶν καθήμενος, ὥσπερ ἄγκιστρον τὴν φωνὴν ταύτην ἀφεὶς ἄνωθεν, καὶ εἰπὼν, Σαῦλε, Σαῦλε, τί με διώκεις; οὕτως ἡλίευσε τὸν ἰχθὺν τοῦτον τὸν μέγαν. Καὶ οἷον ἐπὶ τοῦ ἰχθύος γέγονεν, ὃν ἡλίευσε Πέτρος κατὰ τὸ πρόσταγμα τὸ δεσποτικὸν, τοιοῦτόν τι καὶ ἐπὶ τούτου συνέβη. Καὶ γὰρ καὶ οὗτος ὁ ἰχθὺς εὑρέθη στατῆρα ἔχων ἐν τῷ στόματι, στατῆρα μὲν, κίβδηλον δέ· εἶχε μὲν γὰρ ζῆλον, οὐ κατ' ἐπίγνωσιν δέ. ∆ιὰ τοῦτο τὴν ἐπίγνωσιν αὐτῷ χαρισάμενος ὁ Θεὸς, δόκιμον ἐποίησε τὸ νόμισμα· καὶ ὅπερ ἐπὶ τῶν ἁλιευομένων ἰχθύων γίνεται, τοῦτο καὶ ἐπὶ τούτου γέγονε. Καθάπερ γὰρ ἐκεῖνοι τοῦ πελάγους εὐθέως ἀνελκυσθέντες ἀποτυφλοῦνται, οὕτω καὶ οὗτος δεξάμενος εὐθέως τὸ ἄγκιστρον, καὶ ἀνασπασθεὶς εὐθέως ἐπετυφλώθη· ἀλλ' ἐκείνη ἡ τύφλωσις πᾶσαν οἰκουμένην ἀναβλέψαι ἐποίησε. Ταῦτ' οὖν ἅπαντα ἰδεῖν ἐπιθυμῶ. Καὶ γὰρ εἰ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς πληρῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν, καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο, πάντες ἂν μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν. Ἐπεὶ οὖν καὶ νῦν πόλεμος συνέστηκεν, Ἰουδαίων θορυβούντων ἅπαντα καὶ ταραττόντων, καὶ πολλὰ τῇ τῆς Ἐκκλησίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κεφάλαιον τῶν πολεμίων ἦν ὁ Παῦλος, ὁ πάντων μείζονα καὶ ποιῶν καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων, ἔδησε 51.118 δὲ αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ βασιλεὺς ὁ