3
αὐτοὺς ἐνέβαλεν. Εἰ γὰρ πνεῦμα συντετριμμένον ὁ Θεὸς φιλεῖ, ἐκ τοὐναντίου ὑπερηφάνοις ἀντιτάσσεται, καὶ ταπεινοῖς δίδωσι χάριν. Οὐδὲν οὖν ὑπερηφανίας ἴσον κακόν· δαίμονα τὸν ἄνθρωπον ἀπεργάζεται, ὑβριστὴν, βλάσφημον, ἐπίορκον, θανάτων ποιεῖ καὶ φόνων ἐφίεσθαι. Ὁ ὑπερήφανος ἀεὶ λύπαις συζῇ, ἀεὶ ἀγανακτεῖ, ἀεὶ ἀλύει· οὐδέν ἐστιν, ὃ τὸ πάθος αὐτοῦ κορέσαι δύναται· κἂν τὸν βασιλέα ἴδῃ ὑποκύπτοντα καὶ προσκυνοῦντα, οὐκ ἐκορέσθη, ἀλλὰ μᾶλλον ἐξήφθη. Καθάπερ γὰρ οἱ φιλάργυροι ὅσον ἂν λάβωσι, τοσοῦτον πλειόνων δέονται· οὕτω καὶ οἱ ἀπονενοημένοι, ὅσης ἂν ἀπολαύσωσι τιμῆς, τοσούτῳ πλείονος ἐπιθυμοῦσιν· αὔξεται γὰρ αὐτοῖς τὸ πάθος (πάθος γάρ ἐστι), πάθος δὲ ὅρον οὐκ οἶδεν, ἀλλὰ τότε ἵσταται, ὅταν ἀποκτείνῃ τὸν ἔχοντα. Οὐχ ὁρᾷς τοὺς μεθύοντας, ὅτι ἀεὶ διψῶσι; πάθος γάρ ἐστιν, οὐ φύσεως ἐπιθυμία, ἀλλὰ νόσος τις διεστραμμένη. Οὐχ ὁρᾷς οὓς καλοῦσι βουλιμιῶντας, ὅτι ἀεὶ πεινῶσι; πάθος γάρ ἐστιν, ὥς φασιν ἰατρῶν παῖδες, ἐξελθὸν ἤδη τῆς φύσεως τοὺς ὅρους. Οὕτω καὶ οἱ πολυπράγμονες καὶ περίεργοι, ὅσα ἂν μάθωσιν, οὐχ ἵστανται· πάθος γάρ ἐστι, καὶ ὅρον οὐκ ἔχει. Οἱ πορνείαις χαίροντες πάλιν, οὐδὲ αὐτοὶ ἵστανται (Ἀνθρώπῳ γὰρ, φησὶ, πόρνῳ πᾶς ἄρτος ἡδύς· οὐ μὴ παύσηται, ἕως ἂν καταποθῇ)· πάθος γάρ ἐστιν. Ἀλλὰ πάθη μέν ἐστι ταῦτα, οὐ μέντοι ἀνίατα, ἀλλὰ ἔχοντα ἴασιν, καὶ πολλῷ μᾶλλον, ἢ τὰ σωματικά· ἂν γὰρ θέλωμεν, δυνάμεθα αὐτὰ σβέσαι. Πῶς οὖν ἐστιν ἀπόνοιαν σβέσαι; Τὸν Θεὸν ἐπιγνόντα. Εἰ γὰρ ἀπὸ τοῦ μὴ εἰδέναι τὸν Θεὸν γίνεται, ἐὰν γνῶμεν αὐτὸν, ἀπελαύνεται πᾶσα ἀπόνοια. Ἐννόησον τὴν γέενναν, ἐννόησον τοὺς πολλῷ βελτίους σου, ἐννόησον ὅσων ὀφείλεις τῷ Θεῷ δίκας· ἂν ταῦτα ἐννοήσῃς, ταχέως συνέστειλας τὴν διάνοιαν, ταχέως αὐτὴν ἔκαμψας. Ἀλλ' οὐ δύνασαι ταῦτα ποιῆσαι; ἀσθενέστερος εἶ; Ἐννόησον τὰ παρόντα, αὐτὴν τὴν ἀνθρωπίνην φύσιν, πῶς οὐδὲν ἄνθρωπος. Ὅταν ἴδῃς νεκρὸν ἐπ' ἀγορᾶς φερόμενον, παῖδας ὀρφανοὺς ἀκολουθοῦντας, χήραν γυναῖκα κατακοπτομένην, οἰκέτας ὀδυρομένους, φίλους κατηφιῶντας, λόγισαι τὸ οὐδαμινὸν τῶν παρόντων 62.472 πραγμάτων, καὶ ὅτι σκιᾶς καὶ ὀνειράτων οὐδὲν διενήνοχεν. Ἀλλ' οὐ βούλει τοῦτο; Ἐννόησον τοὺς πάνυ πλουτοῦντας, τοὺς ἐν πολέμοις ἀπολλυμένους ἁπλῶς· τὰς οἰκίας περισκόπει τὰς τῶν μεγάλων καὶ περιφανῶν, καὶ νῦν εἰς ἔδαφος κατενεχθείσας· ἐννόησον πόσα ἴσχυσαν, καὶ νῦν οὐδὲ μνήμη αὐτῶν ὑπολέλειπται. Καθ' ἑκάστην γὰρ ἡμέραν, εἰ βούλει, εὑρίσκεις τούτων ὑποδείγματα· διαδοχὰς ἀρχόντων, δημεύσεις πλουτούντων. Πολλοὶ τύραννοι ἐκάθισαν ἐπ' ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα. Ταῦτα οὐχὶ καθ' ἑκάστην ἡμέραν γίνεται; οὐχὶ τροχῷ τινὶ τὰ ἡμέτερα ἔοικεν; Ἀνάγνωθι, εἰ βούλει, καὶ τὰ παρ' ἡμῖν, καὶ τὰ ἔξωθεν (καὶ γὰρ καὶ ἐκεῖνα γέμει τούτων τῶν παραδειγμάτων), εἰ τῶν ἡμετέρων καταφρονεῖς ἐξ ἀπονίας· εἰ τὰ τῶν φιλοσόφων θαυμάζεις, κἂν τούτοις πρόσιθι· ἐκεῖνοί σε διδάξουσι, συμφορὰς παλαιὰς διηγούμενοι, καὶ ποιηταὶ, καὶ ῥήτορες, καὶ σοφισταὶ, καὶ λογογράφοι πάντες. Πάντοθεν εὑρίσκεις, εἰ βούλει, τὰ ὑποδείγματα. Εἰ δὲ μηδὲν τούτων θέλεις, αὐτὴν ἀναλόγισαι τὴν φύσιν τὴν ἡμετέραν, πόθεν συνέστηκε, καὶ ποῦ τελευτᾷ· ἐννόησον, ὅταν καθεύδῃς, τίνος ἄξιος εἶ· οὐχὶ καὶ τὸ μικρόν σε θηρίον ἀνελεῖν δυνήσεται; Πολλοῖς γὰρ πολλάκις ἀπὸ τοῦ ὀρόφου κατενεχθὲν μικρὸν ζωΰφιον ἢ τὸν ὀφθαλμὸν ἐξεῖλεν, ἢ ἑτέρου τινὸς κινδύνου αἴτιον γέγονε. Τί δέ; οὐχὶ πάντων ἐλάττων εἶ τῶν θηρίων; Ἀλλὰ τί λέγεις; ὅτι λόγῳ κρατεῖς; Ἀλλ' ἰδοὺ λόγον οὐκ ἔχεις ἀλογίας γὰρ ἡ ὑπερηφανία τεκμήριον. Ἐπὶ τίνι δὲ μέγα φρονεῖς, εἰπέ μοι; ὅλως ἐπὶ εὐεξίᾳ σώματος; Ἀλλὰ παρὰ τοῖς ἀλόγοις τὰ νικητήρια. Τοῦτο καὶ παρὰ λῃσταῖς καὶ ἀνδροφόνοις καὶ τυμβωρύχοις. Ἀλλ' ἐπὶ συνέσει; Ἀλλ' οὐκ ἔστι συνέσεως τὸ μέγα φρονεῖν· τούτῳ μὲν οὖν πρώτῳ σαυτὸν ἀποστερεῖς τοῦ γενέσθαι συνετός. Καταστείλωμεν ἡμῶν τὰ φρονήματα, γενώμεθα μέτριοι καὶ ταπεινοὶ