3
σὺ δὲ τὰ δάκρυα. Οὐ διὰ τὰ δάκρυα μόνον (ἐπιποθῶ σε ἰδεῖν), ἀλλὰ καὶ διὰ τὴν πίστιν, ὅτι ἀληθείας εἶ ἐργάτης, ὅτι οὐδὲν δολερὸν παρὰ σοί. Ὅταν οὖν καὶ σαυτὸν ἄξιον τοῦ φιλεῖσθαι παρέχῃς, οὕτω μὲν ὢν φιλόστοργος, οὕτω δὲ γνήσιος μαθητὴς τοῦ Χριστοῦ, ὅταν μηδὲ ἐγὼ τῶν ἀστόργων ὦ, ἀλλὰ τῶν ἀληθεύειν σπουδαζόντων, τί τὸ κωλύον ἦν ἐμὲ ἐλθεῖν; Πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Ἄνωθεν ἔχεις τοῦτο, φησὶ, τὸ καλὸν, ἐκ προγόνων διεδέξω τὴν πίστιν τὴν ἀνυπόκριτον. Τὰ γὰρ τῶν προγόνων ἐγκώμια, ὅταν μὲν αὐτοῖς κοινωνῶμεν, καὶ ἡμῶν ἐστιν· ὅταν δὲ μὴ, οὐδὲν ἰσχύει, ἀλλὰ καὶ μᾶλλον κατακρίνει. ∆ιὸ καὶ ἐπήγαγε, Πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Οὐ στοχάζομαι, φησὶν, ἀλλὰ πέπεισμαι καὶ πεπληροφόρημαι. Εἰ τοίνυν δι' οὐδὲν ἀνθρώπινον ἦλθες ἐπὶ τοῦτο, οὐδέν σε παρασαλεῦσαι δυνήσεται. ∆ι' ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. Ὅρα πῶς δείκνυσιν αὐτὸν ἐν ἀθυμίᾳ ὄντα πολλῇ, πῶς ἐν κατηφείᾳ. Μονονουχὶ γὰρ τοῦτό φησι· Μὴ νομίσῃς ὅτι κατεφρόνησά σου· ἀλλ' εἰδὼς ἔσο, ὅτι οὔτε κατέγνων, οὐδὲ ἐπελήσθην· καὶ εἰ μηδένα ἕτερον, τὴν μάμμην καὶ τὴν μητέρα ἐννόει. ∆ιὸ ἐπειδὴ οἶδα, ὅτι ἀνυπόκριτον ἔχεις πίστιν, ἀναμιμνήσκω· δεῖ γάρ σοι προθυμίας πρὸς τὸ ἀναζωπυρῆσαι τὸ χάρισμα τοῦ Θεοῦ. Καθάπερ τὸ πῦρ δεῖται ξύλων, οὕτω καὶ ἡ χάρις τῆς προθυμίας τῆς ἡμετέρας, ἵνα ἀεὶ ἀναζέῃ. Ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου· τουτέστι, τὴν χάριν τοῦ Πνεύματος, ἣν ἔλαβες εἰς προστασίαν τῆς Ἐκκλησίας, εἰς σημεῖα, εἰς τὴν λατρείαν ἅπασαν. Ἐν ἡμῖν γάρ ἐστι καὶ σβέσαι καὶ ἀνάψαι τοῦτο· διὸ ἀλλαχοῦ λέγει, Τὸ Πνεῦμα μὴ σβέννυτε. Ὑπὸ μὲν γὰρ ἀκηδίας καὶ ῥᾳθυμίας σβέννυται, ὑπὸ δὲ νήψεως καὶ προσοχῆς διεγείρεται. Ἔνεστι μὲν γὰρ ἐν σοὶ, πλὴν ἀλλὰ σφοδρότερον ἐργάζου αὐτὸ, τουτέστι, παῤῥησίας ἔμπλησον αὐτὸ, χαρᾶς, εὐφροσύνης· στῆθι γενναίως. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Τουτέστιν, οὐ διὰ τοῦτο τὸ πνεῦμα ἐλάβομεν, ἵνα ὑποστελλώμεθα, ἀλλ' ἵνα παῤῥησιαζώμεθα. Πολλοῖς γὰρ δίδωσι πνεῦμα δειλίας, οἷον ἐπὶ τῶν πολέμων ἐν ταῖς Βασιλείαις γέγονε. Καὶ ἔπεσε, φησὶ, πνεῦμα δειλίας ἐπ' αὐτούς· τουτέστι, φόβον αὐτοῖς ἐνέθηκεν. Ἀλλὰ σοὶ ἔδωκε τοὐναντίον πνεῦμα δυνάμεως καὶ ἀγάπης τῆς εἰς αὐτόν. Ἄρα καὶ τοῦτο ἀπὸ χάριτός ἐστιν, ἀλλ' οὐχ ἁπλῶς ἀπὸ χάριτος, ἀλλ' ὅταν καὶ ἡμεῖς πρότεροι ἐπιδειξώμεθα τὰ παρ' ἑαυτῶν. Τὸ γὰρ ποιοῦν ἡμᾶς κράζειν, Ἀββᾶ, ὁ Πατὴρ, καὶ τὴν ἀγάπην τίθησι τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον· ἵνα ἀλλήλους, φησὶν, ἀγαπῶμεν· ἀπὸ γὰρ τῆς δυνάμεως καὶ τοῦ μὴ δειλιᾷν ἡ ἀγάπη γίνεται. Οὐδὲν γὰρ οὕτω φιλίαν διαλύειν εἴωθεν, ὡς δειλία καὶ προδοσίας φήμη. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς, φησὶ, πνεῦμα δειλίας, ἀλλὰ ἀγάπης καὶ δυνάμεως καὶ σωφρονισμοῦ. Ἤτοι σωφρονισμὸν τὴν ὑγείαν λέγει τῆς διανοίας καὶ τῆς ψυχῆς, ἢ Σωφρονισμοῦ, 62.604 ὥστε σωφρονίζεσθαι ἡμᾶς, κἄν τι δεινὸν γένηται, ἵνα σωφρονίζῃ ἡμᾶς, καὶ τὰ περιττὰ κόπτῃ. Μὴ τοίνυν ἀλγῶμεν ἐπὶ τοῖς δεινοῖς τοῖς συμπίπτουσι· σωφρονισμὸς τοῦτό ἐστι. Μὴ σπεύσῃς, φησὶν, ἐν καιρῷ ἐπαγωγῆς. Πολλοὶ πολλὰ κατ' οἶκον ἔχουσι λυπηρὰ, καὶ τῇ μὲν λύπῃ κοινωνοῦμεν ἀλλήλοις, τῇ δὲ ὑποθέσει οὐκέτι· ἀλλ' ὁ μὲν ἀπὸ γυναικὸς, ὁ δὲ ἀπὸ παιδὸς, ἕτερος ἀπὸ οἰκέτου, ἄλλος ἀπὸ φίλου, ἄλλος ἀπὸ ἐχθροῦ, ἄλλος ἀπὸ γείτονος, ἄλλος ἀπὸ ζημίας, καὶ πολλαὶ καὶ διάφοροί εἰσιν αἱ αἰτίαι τῆς λύπης· καὶ ὅλως οὐκ ἔστιν εὑρεῖν τινα λύπης καθαρὸν καὶ ἀθυμίας, ἀλλὰ ὁ μὲν μικρὰ, ὁ δὲ μείζονα ἔχει τὰ λυποῦντα. Μὴ τοίνυν ἀσχάλλωμεν, μηδὲ αὐτοὶ μόνοι νομίζωμεν εἶναι ἐν λύπῃ. γʹ. Οὐ γὰρ ἔστιν ἄνθρωπον ὄντα καὶ τὸν ἐπίκηρον τοῦτον ζῶντα βίον, λύπης εἶναι χωρίς· ἀλλ' ἂν μὴ σήμερον, αὔριον· ἂν μὴ αὔριον, μετὰ ταῦτα συμβαίνει τὸ