1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

51

προέδωκαν. Πάντες με ἐγκατέλιπον, φησίν. Ἄρα οὐ μικρὸν ἁμάρτημα τοῦτο. Εἰ γὰρ ἐν πολέμῳ τὸν κινδυνεύοντα ὁ ἀφεὶς, καὶ τῆς τῶν ἐχθρῶν ἑαυτὸν ὑπεξάγων χειρὸς, ὑπὸ τῶν οἰκείων πλήττεται εἰκότως, ὡς τὸ πᾶν διαφθείρας καὶ προδούς· πολλῷ μᾶλλον ἐν τῷ κηρύγματι. Ποίαν δὲ πρώτην ἀπολογίαν λέγει; Παρέστη ἤδη τῷ Νέρωνι, καὶ διέφυγεν· ἐπειδὴ δὲ τὸν οἰνοχόον αὐτοῦ κατήχησε, τότε αὐτὸν ἀπέτεμεν. Ἰδοὺ πάλιν προτροπὴ τῷ μαθητῇ διὰ τῶν ἐπαγομένων· Ἀλλ' ὁ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με. Τὸν γὰρ ὑπὸ ἀνθρώπων ἐγκαταλιμπανόμενον οὐκ ἀφίησί τι παθεῖν δεινὸν ὁ Θεός. Καὶ ἐνεδυνάμωσέ με, φησί· τουτέστι, παῤῥησίαν ἐχαρίσατο, οὐκ ἀφῆκε καταπεσεῖν. Ἵνα δι' ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ· τουτέστι, πληρωθῇ. Ὅρα τὴν ταπεινοφροσύνην αὐτοῦ τὴν πολλήν. Οὐχ ὡς ἄξιον τυχεῖν τῆς δωρεᾶς, φησὶν, ἐνεδυνάμωσέ με, ἀλλ' Ἵνα τὸ κήρυγμα πληροφορηθῇ, ὃ ἤμην ἐμπεπιστευμένος. Ὡς ἂν εἴ τις ἁλουργίδα καὶ διάδημα βαστάζοι καὶ δι' αὐτὴν σώζοιτο. Καὶ ἀκούσῃ, φησὶ, πάντα τὰ ἔθνη. Τί ἐστι τοῦτο; Ἵνα πᾶσι, φησὶ, κατάδηλος γένηται καὶ τοῦ κηρύγματος ἡ περιφάνεια, καὶ τῆς περὶ ἐμὲ προνοίας ἡ κηδεμονία. Καὶ ἐῤῥύσατό με ἐκ στόματος λέοντος· καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ. Ὅρα πῶς παρὰ μικρὸν ἦλθεν ἀποθανεῖν. Εἰς αὐτὸν τοῦ λέοντος ἐνέπεσε τὸν φάρυγγα. Λέοντα γὰρ τὸν Νέρωνά φησι διὰ τὸ θηριῶδες καὶ ἰσχυρὸν τῆς βασιλείας αὐτοῦ καὶ ἀκατάπληκτον. Καὶ ἐῤῥύσατό με, φησὶν, ὁ Κύριος, καὶ ῥύσεται. Εἰ ῥύσεται πάλιν, πῶς ἔλεγεν, ὅτι Ἤδη σπένδομαι; Ἀλλὰ πρόσεχε τῇ φωνῇ. Ἐῤῥύσατό με, φησὶν, ἐκ στόματος λέοντος· καὶ πάλιν Ῥύσεται, οὐκέτι ἐκ στόματος, ἀλλὰ τί; Ἀπὸ παντὸς ἔργου πονηροῦ. Τότε μὲν γάρ με τῶν κινδύνων ἐξήρπασεν· ἐπειδὴ δὲ τὸ ἱκανὸν τῷ εὐαγγελίῳ γέγονε, ῥύσεταί με πάλιν ἀπὸ παντὸς ἁμαρτήματος, τουτέστιν, οὐκ ἀφήσει καταγνωσθέντα ἀπελθεῖν. Καὶ γὰρ καὶ τοῦτο, τὸ δυνηθῆναι μέχρις αἵματος ἀντικαταστῆναι πρὸς τὴν ἁμαρτίαν καὶ μὴ ἐνδοῦναι, ἑτέρου λέοντός ἐστι ῥύσασθαι, τοῦ διαβόλου. Ὥστε μείζων αὕτη τῆς προτέρας ἡ σωτηρία, ὅτε δοκεῖ ἐκδεδόσθαι. Καὶ σώσει εἰς τὴν βασιλείαν αὑτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἄρα αὕτη ἐστὶν ἡ σωτηρία, ὅταν ἐκεῖ διαλάμπωμεν. Τί ἐστι, Σώσει εἰς τὴν βασιλείαν αὑτοῦ; Ἐξαρπάσει με, φησὶ, πάσης αἰτίας, καὶ ἐκεῖ φυλάξει. Τοῦτο γάρ ἐστι σωθῆναι εἰς τὴν βασιλείαν, τὸ ἐνταῦθα δι' αὐτὴν ἀποθανεῖν. Ὁ μισῶν γὰρ, φησὶ, τὴν ψυχὴν αὑτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ὧ ἡ δόξα. Ἰδοὺ δοξολογία τοῦ Υἱοῦ. Ἄσπασαι Πρίσκιλλαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. Αὐτὸς 62.658 γὰρ ἐκεῖ ἦν ἐν Ῥώμῃ, καθώς φησι· ∆ῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ∆ιὰ τῆς προσηγορίας τῆς τούτου καὶ τοὺς ἐν τῇ οἰκίᾳ προθυμοτέρους ποιεῖ ἐν τοῖς τοιούτοις κατορθώμασιν. Ἄσπασαι, φησὶ, Πρίσκιλλαν καὶ Ἀκύλαν. Οὗτοί εἰσιν ὧν συνεχῶς μέμνηται, παρ' οἷς καὶ κατήχθη, οἱ τὸν Ἀπολλὼ προσλαβόμενοι. Προτίθησι δὲ τὴν γυναῖκα, ἐμοὶ δοκεῖν, ἅτε σπουδαιοτέραν οὖσαν καὶ πιστοτέραν· καὶ γὰρ καὶ αὕτη τότε προσελάβετο τὸν Ἀπολλώ· ἢ καὶ ἀδιαφόρως τοῦτο ποιεῖ. Οὐ μικρὰ δὲ τούτοις ἦν παραμυθία ἡ πρόῤῥησις, ἀλλὰ τιμῆς καὶ ἀγάπης εἶχεν ἔνδειξιν, καὶ πολλῆς μετάληψιν χάριτος· ἀρκεῖ γὰρ καὶ ἀσπασμὸς μόνος τοῦ ἁγίου καὶ μακαρίου ἐκείνου πολλῆς ἐμπλῆσαι χάριτος τὸν τὴν προσηγορίαν δεχόμενον. Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Τοῦτον καὶ τὸν Τυχικὸν ἔγνωμεν ἐν τῇ τῶν Πράξεων βίβλῳ συναναχθέντας αὐτῷ ἀπὸ τῆς Ἰουδαίας, καὶ πανταχοῦ συνόντας, ἴσως ὡς σπουδαιοτέρους τῶν ἄλλων. Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ, φησὶν, ἀσθενοῦντα. ∆ιὰ τί γὰρ μὴ ἰάσω αὐτὸν, ἀλλ' ἀπέλιπες; Οὐ πάντα ἴσχυον οἱ ἀπόστολοι, ἢ οὐ πάντα ᾠκονόμουν τῇ χάριτι, ἵνα μή τις εἰς αὐτοὺς λογίσηται ὑπὲρ ὃ βλέπει. Τοῦτο καὶ ἐπὶ τῶν μακαρίων τῶν πρὸ αὐτῶν γενομένων δικαίων ὁρῶμεν