1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

20

περιγινόμενος, ἢ ὁ μετὰ μυρίων στρατοπέδων ἡττώμενος; Ἀπήρχετο οὖν ὁ βασιλεὺς, τοῦ δεσμώτου κατ' αὐτοῦ τρόπαιον στήσαντος. Εἰπὲ οὖν μοι, ποίας ἄν τις ἠβουλήθη μερίδος εἶναι; Μὴ γάρ μοι τὰ μετὰ ταῦτα εἴπῃς, ἀλλὰ τέως ἐκεῖνα ἐξέτασον· ποίας μερίδος ἄν τις ἠθέλησεν εἶναι, τῆς τοῦ Παύλου, ἢ τῆς τοῦ Νέρωνος; οὐ λέγω κατὰ τὸν τῆς πίστεως λόγον· τοῦτο γὰρ δῆλον· ἀλλὰ κατὰ τὸν τῆς δόξης καὶ τῆς σεμνότητος καὶ τῆς λαμπρότητος. Εἴ τις εὐγνώμων, τοῦ Παύλου ἔφησεν ἄν. Εἰ γὰρ τὸ νικᾷν τοῦ νικᾶσθαι λαμπρότερον, ἐκεῖνος ἐπίδοξος. Καὶ οὔπω τοῦτο μέγα, ὅτι ἐνίκησεν, ἀλλὰ ὅτι ἐν τοιούτῳ σχήματι τὸν ἐν τοιούτῳ ἐνίκησε. Πάλιν γὰρ ἐρῶ, καὶ οὐ παύσομαι τὰ αὐτὰ λέγων· ἅλυσιν περιέκειτο, καὶ τὸν ἀναδεδεμένον τὸ διάδημα ἔβαλε. δʹ. Τοιαύτη τοῦ Χριστοῦ ἡ δύναμις· ἅλυσις τὸν στέφανον ἐνίκα τὸν βασιλικὸν, καὶ λαμπρότερον τοῦτο ἐκείνου τὸ σχῆμα ἐδείκνυτο· ῥάκια περιέκειτο αὐχμῶντα, ἅτε δεσμωτήριον οἰκῶν, καὶ μᾶλλον τῆς ἁλουργίδος πάντας ἐπέστρεφε πρὸς τὰ περικείμενα αὐτῷ δεσμά· ἐπὶ γῆς εἱστήκει κατεχόμενος καὶ κάτω νεύων, καὶ τὸν ἐπ' ὀχήματος χρυσοῦ ἅπαντες ἀφέντες ἐκείνῳ προσεῖχον· εἰκότως. Τὸ μὲν γὰρ συνηθείας ἦν βασιλέα ἰδεῖν ἐπὶ ζεύγους καθήμενον λευκοῦ· τοῦτο δὲ ξένον καὶ παράδοξον, δεσμώτην ὁρᾷν μετὰ τοσαύτης παῤῥησίας βασιλεῖ διαλεγόμενον, μεθ' ὅσης ὁ βασιλεὺς πρὸς ἀνδράποδον οἰκτρὸν καὶ ταλαίπωρον. Ὄχλος περιειστήκει πολὺς, καὶ δοῦλοι πάντες τοῦ βασιλέως ἦσαν· ἐθαύμαζον δὲ οὐ τὸν δεσπότην τὸν αὑτῶν, ἀλλὰ τὸν νικῶντα τὸν δεσπότην αὐτῶν· καὶ ὃν ἅπαντες ἐδεδοίκεσαν καὶ ἔτρεμον, τοῦτον μόνος ὢν κατεπάτει ἐκεῖνος. Ἴδε ἐν αὐτοῖς τοῖς δεσμοῖς πόση ἡ λαμπρότης. Τί ἄν τις εἴποι τὰ μετὰ ταῦτα; Ἐκείνου μὲν οὐδὲ τὸ μνῆμα δῆλον· οὗτος δὲ πάντων βασιλέων λαμπρότερος ἐν αὐτῇ κεῖται τῇ βασιλίδι, ἔνθα καὶ ἐνίκησεν, ἔνθα καὶ τὸ τρόπαιον ἔστησεν. Ἐκείνου κἂν μνησθῇ τις, μετὰ ψόγου μέμνηται, καὶ τῶν οἰκείων (καὶ γὰρ καὶ ἀσελγὴς λέγεται γεγενῆσθαι)· τούτου μετ' εὐφημίας ἡ μνήμη πανταχοῦ· οὐ γὰρ ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς ἐχθροῖς. Ὅταν γὰρ ἐκλάμπῃ ἡ ἀλήθεια, οὐδὲ οἱ ἐχθροὶ ἀναισχυντεῖν ἔχουσιν· εἰ γὰρ καὶ μὴ τῆς πίστεως ἕνεκεν αὐτὸν θαυμάζουσιν, ἀλλὰ τῆς παῤῥησίας, ἀλλὰ τῆς ἀνδρείας. Οὗτος ἐν τοῖς ἁπάντων στόμασι πανταχοῦ καθ' ἑκάστην ἡμέραν στεφανούμενος ἀνακηρύττεται· ἐκεῖνος δὲ βαλλόμενος ψόγοις καὶ κατηγορίαις. Ποῖα τοίνυν τὰ λαμπρά; Ἀλλὰ γὰρ ἔλαθον ἀπὸ τοῦ ὄνυχος τὸν λέοντα ἐπαινῶν, δέον τὰ ὄντως εἰπεῖν. Τίνα δὲ ταῦτά ἐστι; Τὰ ἐν τοῖς οὐρανοῖς· πῶς ἥξει μετὰ τοῦ 62.624 βασιλέως τῶν οὐρανῶν, μετὰ λαμπροῦ τοῦ σχήματος· πῶς ὁ Νέρων στήσεται τότε κατηφὴς, στυγνός. Εἰ δὲ δοκῶ σοι ἄπιστα λέγειν καὶ καταγέλαστα, σὺ καταγέλαστος εἶ γελῶν τὰ μὴ γέλωτος ἄξια. Εἰ γὰρ ἀπιστεῖς τοῖς μέλλουσιν, ἀπὸ τῶν φθασάντων πίστευσον· οὔπω τῶν στεφάνων ὁ καιρὸς, καὶ τοσαύτης ἀπέλαυσε τιμῆς ὁ ἀθλητής· ὅταν ὁ ἀγωνοθέτης ἔλθοι, πόσης ἀπολαύσεται τιμῆς; Ἐν τοῖς ἀλλοτρίοις ξένος ἦν, ξένος καὶ παρεπίδημος, καὶ οὕτω θαυμάζεται· ὅταν ἐν τοῖς ἰδίοις ᾖ, τίνος οὐκ ἀπολαύσεται ἀγαθοῦ; Νῦν ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ, καὶ ὅμως τῶν ζώντων ὁ τεθνηκὼς μᾶλλον ἐνεργεῖ καὶ τιμᾶται· ὅταν ἔλθῃ αὐτὴ ἡ ζωὴ ἡμῶν, τίνος οὐ μεθέξει, τίνος οὐκ ἐπιτεύξεται; ∆ιὰ τοῦτο ταύτης αὐτὸν τῆς τιμῆς ἀπολαῦσαι ἐποίησεν ὁ Θεὸς, οὐκ ἐπειδὴ ἐκεῖνος ἐδεῖτο. Εἰ γὰρ ἐν σώματι ὢν κατεφρόνει τῆς παρὰ τῶν πολλῶν δόξης, πολλῷ μᾶλλον ἀπαλλαγεὶς τοῦ σώματος. Οὐ διὰ τοῦτο δὲ ἐποίησεν αὐτὸν ἀπολαῦσαι μόνον, ἀλλ' ἵνα οἱ τοῖς μέλλουσιν ἀπιστοῦντες κἂν ἐκ τῶν παρόντων ἐνάγωνται. Λέγω ὅτι ἥξει Παῦλος μετὰ τοῦ βασιλέως τῶν οὐρανῶν, ὅτε ἀνάστασις ἔσται, ὅτι μυρίων ἀπολαύσει τῶν ἀγαθῶν. Ἀλλ' οὐ πιστεύει ὁ ἄπιστος· οὐκοῦν ἀπὸ τῶν παρόντων πιστεύσει. Λαμπρότερος τοῦ βασιλέως ὁ σκηνοποιὸς, ἐντιμότερος τοῦ βασιλέως· οὐδεὶς βασιλεὺς τῆς Ῥώμης γενόμενος,