4
ἕν εἰμι·» ἀλλ' ἔφησεν, «ἕν ἐσμεν,» καὶ τὴν δυάδα τελείαν παρ έστησεν ἐν τῷ λέξαι, «ἕν ἐσμεν.» Τὸ δὲ, «ἕν,» τὸ τῆς οὐσίας ἐσήμανε· σὺ δὲ, μὴ νοήσας, εἰς ἀτοπίαν ἐχώρησας. Ἄρ. εἶπεν· Ὁ Κύριος οὐκ εἶπεν· «Ὁ Πατὴρ, ὁ πέμψας με, μείζων μου ἐστίν;» Ἀθ. εἶπεν· Σωτὴρ οὐκ εἶπεν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ πάλιν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;» Ἀλλὰ μὴν καὶ ὁ Ἀπόστολος τὴν ἰσότητατοῦ Υἱοῦ, ἣν ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα, σαφῶς ἐδήλωσε, λέγων· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσεν.» Ὁρᾷς, ὅτι ἴσος ἐστὶν ὁ Υἱὸς τοῦ ἰδίου Πατρὸς, καὶ οὐ μικρότερος; Ἄρ. εἶπεν· Ἀσυμφωνία πολλή μοι καταφαίνεται τῶν Γραφῶν ἐπὶ τοῦ παρόντος. Ἀθ. εἶπεν· Μὴ γένοιτο ἵνα ἄνθρωπος κατ είπῃ τῶν θείων καὶ θεοπνεύστων Γραφῶν, ὡς οὐ μετὰ συμφωνίας ταῦτα πάντα φθεγγομένων! Ζυγὸς γὰρ ὥσπερ δίκαιος, οὕτω συμφωνοῦσι πρὸς ἑαυτὰς πᾶσαι αἱ Γραφαί. Ἄρ. εἶπεν· Πῶς συμφωνοῦσιν; Ὁ Σωτὴρ ἔφη· «Ὁ Πατὴρ ὁ πέμψας με, μείζων μου 28.449 ἐστί·» πάλιν ὁ αὐτὸς λέγει· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ ἑτέρως· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·» δι' οὗ σημαίνει τὴν ἀπαράλλακτον αὐτοῦ ἰδέαν, ἣν ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα· ὡς καὶ ὁ Παῦλός φησι ἴσον τὸν Υἱὸν τοῦ ἰδίου Πατρὸς τυγχάνειν. Ἀθ. εἶπεν Ἄνθρωπε, ἄκουε καὶ σύνες, ὅτι οὐκ ἀπέζευκται ἐκεῖνο τὸ κεφάλαιον, τὸ φά σκον· «Ὁ Πατήρ μου, ὁ πέμψας με, μείζων μου ἐστί,» τῶν λοιπῶν κεφαλαίων. Ἄρ. εἶπεν· Ἐὰν τοῦτο ἀποδείξῃς, ὅπερ ἀνεγχώρητόν ἐστι, τάχα κἀμὲ ποιήσεις τῷ σῷ φρονήματι ἐπακολουθῆσαι. Ἀθ. εἶπεν· Ὁ τοῦ Θεοῦ Υἱὸς Θεός ἐστιν, ἢ οὔ; Ἄρ. εἶπεν· Θεὸς κτισθεὶς ὑπὸ Θεοῦ. Ἀθ. εἶπεν· Ὡς θέλεις, ἀποκρίθητί μοι περὶ οὗ ἐρωτῶ. Ὁ τοῦ Θεοῦ Υἱὸς πάντα ἐποίησεν, ναὶ, ἢ οὔ; Ἄρ. εἶπεν· Προαποδέδοται, ὅτι πάντα ἐποίησεν, ὡς δύναμις καὶ σοφία τυγχάνων Θεοῦ. Ἀθ. εἶπεν· Οὐκοῦν πάντα περιέχει τὰ ὑπ' αὐτοῦ ποιηθέντα, ἤτοι ὁρατὰ ἤτοι ἀόρατα ὁ τοῦ Θεοῦ Υἱός. Ἄρ. ἔφη· Οὕτως ἔχει. Ἀθ. εἶπεν· Πανταχοῦ οὖν πάρεστι τῇ οὐσίᾳ τῆς με γαλοσύνης αὐτοῦ. Ἐὰν εἴπῃς, ὅτι οὐ πάρεστι παντα χοῦ, ἄρα μείζονα ἐρεῖς τὰ γενόμενα τοῦ δημιουργοῦ. Ἄρ. εἶπεν· Πάρεστι πανταχοῦ. Ἀθ. εἶπεν· Εἰ οὖν παρὼν τυγχάνει πανταχοῦ ὁ τοῦ Θεοῦ Λόγος, πῶς λέγεις τὸ, «Ὁ Πατήρ μου ὁ πέμψας με, μείζων μου ἐστίν,» ἀπόδος μοι τὸν λόγον. Ἄρ. εἶπεν· Ἀπορῶ περὶ τούτου, ἀλλ' ἀξιῶ, φράσον μοι, τίνι λόγῳ εἶπεν ὁ Σωτὴρ μείζονα ἑαυτοῦ τὸν Πατέρα; Ἀθ. εἶπεν· Ἐὰν μὴ πρότερόν μοι εἴπῃς, ὃ ἐπερωτῶ, οὐ μή σοι εἴπω, ὅπερ θέλεις. Ἄρ. εἶπεν· Λέγε, ὃ βούλει. Ἀθ. εἶπεν· Οἱ ἄγγελοι ἀσώματοι τυγχάνουσιν, ἢ ἄνθρω ποι; Ἄρ. εἶπεν· Ἄνθρωποι ἐν σώματι τυγχάνουσιν, ἄγγελοι δὲ πνεύματα ὄντες, ἀσώματοί εἰσιν. Ἀθ. εἶ πεν· Τίνες οὖν κοπιῶσιν, ἄνθρωποι, ἢ ἄγγελοι; Ἄρ. εἶπεν· Ἄγγελοι ἀσώματοι τυγχάνουσι, πρὸς τὸ διακονοῦντας αὐτῷ καμάτου πεῖραν μὴ λαβεῖν· ἀν θρώπῳ δὲ τῷ κάμνειν ἴδιον, διὰ τὴν τοῦ σώματος βαρεῖαν ὁλκήν. Ἀθ. εἶπεν· Ὁ οὖν Κύριος πῶς ἐκοπίασε; γέγραπται γὰρ, «Ἰησοῦς δὲ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκαθέζετο. Ἄρ. εἶπεν· Συνήγαγές με, ὡς ἠθέλησας ἐκ τοῦ παραδείγματος τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, οὐχ ὡς Θεὸς Λόγος ἐκοπίασεν, ἀλλ' ἵνα φανῇ, ὅτι σάρκα, ἣν οὐκ εἶχε πρότερον ὁ Λόγος καὶ Θεὸς, ταύτην ἀνέλαβε· διὰ τοῦτο τῇ σαρκὶ συνεχώρησε πάσχειν τὰ ἴδια, ἵνα φανῇ ὅτι σάρξ ἐστιν. Ἀθ. εἶπεν· Μέμνησο, ὅτι προωμολόγηται, ὅτι πανταχοῦ πάρεστιν ὁ Λόγος καὶ Θεός. Ἄρ. εἶπεν· Ἀραρότως. Ἀθ. εἶπεν· Εἰ οὖν πανταχοῦ πάρεστιν, τίνος ἕνεκεν ἔφασκεν, «Ὁ Πατήρ μου ὁ πέμ ψας με, μείζων μου ἐστίν;» Ἄρ. εἶπεν· Παρακα λῶ σε, μὴ ὀκνήσῃς ἀποκαλῦψαι τὸ κάλυμμα ἀπὸ τοῦ γράμματος ἐν τάχει. Λίαν γὰρ ἀνιῶμαι. Ἀθ. εἶπεν· 28.452 Τίς ἐστιν ὁ κεκοπιακὼς, ἄνθρωπος, ἢ ὁ Θεὸς Λόγος; Ἄρ. εἶπεν· Ἄνθρωπος. Ἀθ. εἶπεν· Οὐκοῦν σόν ἐστιτὸ νοῆσαι λοιπόν. Ἄρ. εἶπεν· Κατελαβόμην σου τὸν νοῦν ἐν τῷ λόγῳ τούτῳ, ὅτι τοῦ Θεοῦ Λόγου πανταχοῦ παρόντος, δῆλον ὅτι διὰ τὴν σάρκα εἶπεν, «Ὁ Πα τήρ μου, ὁ πέμψας με, μείζων μου ἐστίν,» τὴν βαδίζουσαν καὶ κοπιῶσαν, καὶ ἀπὸ τόπου εἰς