4
τοιαῦτα οἷα καθ' ἡμῶν οἱ τὰ τῶν δαιμόνων θεραπεύσαντες ἐπενόησαν. Ἀλλ' ὅμως τοσαύτης ἀπολαύσασα ἡσυχίας καὶ ὑπ' οὐδενὸς ἐνοχληθεῖσά ποτε τῆς Ἑλληνικῆς δεισιδαιμονίας ἡ πλάνη ἀφ' ἑαυτῆς ἐσβέσθη καὶ περὶ ἑαυτὴν διέπεσε καθάπερ τῶν σωμάτων τὰ τηκεδόνι παραδοθέντα μακρᾷ καὶ μηδενὸς αὐτὰ βλάπτοντος αὐτόματα φθείρεται καὶ διαλυθέντα κατὰ μικρὸν ἀφανίζεται. Ὥστε εἰ καὶ μὴ τέλεον ὁ σατανικὸς οὗτος ἐξήλειπται γέλως ἀπὸ τῆς γῆς, ἀλλ' ἱκανά γε τὰ ἤδη γενόμενα πιστώσασθαι καὶ ὑπὲρ τῶν μελλόντων ὑμᾶς.
14 Τοῦ γὰρ πλείονος καθαιρεθέντος ἐν οὕτω χρόνῳ βραχεῖ περὶ τοῦ λειπομένου οὐδεὶς φιλονεικήσει λοιπόν. Οὐδὲ γὰρ πόλεως ἁλούσης καὶ τειχῶν κατενεχθέντων καὶ βουλευτηρίων καὶ θεάτρων καὶ περιπάτων κατακαυθέντων καὶ τῶν ἐν ἡλικίᾳ πάντων ἀνῃρημένων στοάς τις ἰδὼν ἡμικαύστους καὶ οἰκιῶν ὀλίγων ἑστῶτα μέρη καὶ γραίδια μετὰ παιδίων μικρῶν ἀμφισβητήσειε τῷ νικήσαντι καὶ περιγενομένῳ τοῦ πλείονος ὡς οὐ δυναμένῳ κατεργάσασθαι τὸ περιλειφθέν. Ἀλλ' οὐ τά γε τῶν ἁλιέων τοιαῦτα, ἀλλὰ καθ' ἑκάστην ἀνθεῖ τὴν ἡμέραν· καὶ ταῦτα οὐ δι' εὐρυχωρίας τινὸς καὶ ἀνέσεως εἰς τὸν ἡμέτερον εἰσαχθέντα βίον ἀλλὰ διὰ θλίψεως καὶ πολέμων καὶ μάχης.
15 Ὁ μὲν γὰρ Ἑλληνισμὸς πανταχοῦ τῆς γῆς ἐκταθεὶς καὶ τὰς ἁπάντων ἀνθρώπων ψυχὰς κατασχὼν οὕτως ὕστερον μετὰ τὴν τοσαύτην ἰσχὺν καὶ τὴν ἐπίδοσιν ὑπὸ τῆς τοῦ Χριστοῦ κατελύθη δυνάμεως· τὸ δὲ κήρυγμα τὸ ἡμέτερον οὐ μετὰ τὸ διαδοθῆναι πανταχοῦ καὶ στῆναι βεβαίως ἔσχε τοὺς πολεμοῦντας, ἀλλὰ πρὶν ἢ παγῆναι καὶ φυτευθῆναι ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς ἐξ αὐτῶν τῶν προοιμίων πρὸς ἅπασαν ἠναγκάζετο παρατάττεσθαι τὴν οἰκουμένην· "Πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας." Οὕτω γὰρ τοῦ σπινθῆρος τῆς πίστεως ἀφθέντος καλῶς ποταμοὶ καὶ ἄβυσσοι πάντοθεν ἐπέρρεον. Ἴστε δὲ δήπου ὡς οὐκ ἔστιν ἴσον τὸ μυρίοις ἔτεσι ῥιζωθὲν ἀνασπάσαι φυτὸν καὶ τὸ ἐπὶ τῆς γῆς ἄρτι τεθέν. Ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων ἐπέκλυζε μὲν ἔτι μικρὸν ὄντα τὸν σπινθῆρα ὡς ἔφην τῆς εὐσεβείας τὸ τῶν ἐναντίων πέλαγος, ὁ δὲ οὐ μόνον οὐκ ἐσβέννυτο τούτῳ, ἀλλὰ καὶ μείζων γινόμενος καὶ φαιδρότερος πάντα ἐπῄει ταχέως τὰ μὲν τῶν ἐχθρῶν καταλύων καὶ ἀναλίσκων εὐκόλως τὰ δὲ τῶν οἰκείων ἀνιστῶν καὶ πρὸς ὕψος ἄφατον αἴρων καίτοι ἀνδρῶν εὐτελῶν καὶ ἀσήμων ὑπηρετησαμένων αὐτῷ.
16 Τὸ δὲ αἴτιον οὐκ ἦν τῶν ἁλιέων ἐκείνων οὔτε τὰ ῥήματα οὔτε τὰ θαύματα ἀλλὰ τῆς εἰς αὐτοὺς ἐνεργούσης δυνάμεως τοῦ Χριστοῦ. Τῶν γὰρ ταῦτα ἐργασαμένων ὁ μὲν ἦν σκηνοποιὸς ὁ Παῦλος ὁ Πέτρος δὲ ἁλιεὺς καὶ οὐκ ἂν οὕτως εὐτελέσι καὶ ταπεινοῖς πλάσαι τι τοιοῦτον ἐπῆλθέ ποτε πλὴν εἰ μαίνεσθαί τις αὐτοὺς φαίη καὶ παραπαίειν. Ὅτι δὲ οὐκ ἐμαίνοντο δῆλον ἐξ ὧν εἰπόντες κατώρθωσαν καὶ ἐκ τῶν ἔτι καὶ νῦν πειθομένων αὐτοῖς. Οὐκ ἂν οὖν ποτε τοιαῦτα ἐψεύσαντο οὐδὲ ἐκόμπασαν ἁπλῶς. Καὶ γὰρ ὅπερ ἀρχόμενος ἔφην· ὁ μέλλων ἐξαπατᾶν ψεύδεται μὲν ψεύδεται δὲ οὐχ οὕτως ὡς πᾶσι γενέσθαι καταφανής.
17 Εἰ γὰρ καὶ τῶν πραγμάτων ἐκβεβηκότων καὶ τοσούτων 17 μαρτυρούντων τῷ τέλει, τῶν τε ἐν ἐκείνοις πιστευσάντων τοῖς χρόνοις καὶ τῶν ἐξ ἐκείνου πανταχοῦ ταῦτα ᾀδόντων, οὐ παρ' ἡμῖν μόνον ἀλλὰ καὶ παρὰ βαρβάροις καὶ τοῖς ἐκείνων μᾶλλον ἐκτεθηριωμένοις, ὅμως εἰσί τινες, μετὰ τοσαῦτα τεκμήρια καὶ τῆς οἰκουμένης ἁπάσης ὡς εἰπεῖν τὴν μαρτυρίαν, οἳ διαπιστοῦσι τοῖς γεγενημένοις-καὶ πολλοὶ οὕτως ἀβασανίστος καὶ ἀνεξετάστως-τίς ἂν παρὰ τὴν ἀρχὴν μήτε πράγματα θεασάμενος μήτε μαρτυρίας ἀξιοπίστους τούτων ἔχων ταύτην ἂν τὴν πίστιν ἐδέξατο τῇ ψυχῇ; Τί δαὶ ὅλως καὶ ἐξεπῆρε πλάσαι καὶ συνθεῖναί τι τοιοῦτον αὐτούς;
18 Οὔτε γὰρ λόγων ἰσχύι-πῶς γὰρ ὧν θάτερος οὐδὲ γράμματα ὅλως ἠπίστατο; -οὔτε χρημάτων ἐθάρρουν περιουσίᾳ καὶ γὰρ τῆς ἀναγκαίας μόλις