4
ἡμέτερος, ἔδησε καὶ αἰχμάλωτον εἰσήγαγε τοῦτον τὸν πάντα ἀνατρέποντα, οὐκ ἐξέλθωμεν ἅπαντες ἐπὶ τὴν θεωρίαν ταύτην, ὥστε ἰδεῖν αὐτὸν αἰχμάλωτον ἀγόμενον; Καὶ γὰρ οἱ ἄγγελοι τότε ἐκ τῶν οὐρανῶν ὁρῶντες αὐτὸν δεδεμένον καὶ εἰσαγόμενον, ἐσκίρτων· οὐκ ἐπειδὴ δεδεμένον εἶδον μόνον, ἀλλ' ἐπειδὴ ἐνενόουν ὅσους ἀνθρώπους ἀπὸ τῶν δεσμῶν λύειν ἔμελλεν· οὐκ ἐπειδὴ χειραγωγούμενον ἐθεάσαντο, ἀλλ' ἐπειδὴ ἐλογίζοντο, ὅσους ἀνθρώπους ἔμελλεν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν χειραγωγεῖν ἐκεῖνος. ∆ιὰ τοῦτο ἔχαιρον, οὐκ ἐπειδὴ πεπηρωμένον εἶδον, ἀλλ' ἐπειδὴ ἐνενόουν ὅσους ἔμελλεν ἀπὸ σκότους ἐξαγαγεῖν. Πορεύθητι γὰρ, φησὶν, εἰς τὰ ἔθνη, καὶ ἀπαλλάξας αὐτοὺς ἀπὸ σκότους, μεταστήσεις αὐτοὺς εἰς τὴν βασιλείαν τῆς ἀγάπης Χριστοῦ. ∆ιὰ ταῦτα τὸ προοίμιον ἀφεὶς, εἰς τὸ μέσον ἅλλεσθαι σπεύδω. Παῦλος γὰρ καὶ ὁ Παύλου πόθος ἠνάγκασεν ἡμᾶς πηδῆσαι τοῦτο τὸ πήδημα. Παῦλος καὶ ὁ Παύλου πόθος. Σύγγνωτέ μοι, μᾶλλον δὲ μὴ σύγγνωτε, ἀλλὰ καὶ ζηλώσατε τὸν ἔρωτα τοῦτον. Ὁ μὲν γὰρ ἄτοπον ἐρῶν ἔρωτα, εἰκότως συγγνώμην αἰτεῖ· ὁ δὲ τοιοῦτον ἐρῶν, καλλωπιζέσθω τῷ πόθῳ, καὶ πολλοὺς ποιείτω κοινωνοὺς τῆς ἐπιθυμίας, καὶ συνεραστὰς αὐτοῦ κατασκευαζέτω μυρίους. Εἰ μὲν γὰρ ἦν ὁδῷ βαδίζοντα καὶ τάξει προβαίνοντα, καὶ τὰ πρότερα εἰπεῖν, καὶ πρὸς τὰ μέσα φθάσαι, οὐκ ἂν τὴν ἀρχὴν ἀφέντες, εὐθέως ἐπὶ τὸ μέσον ἤλθομεν· ἐπειδὴ δὲ τῶν Πατέρων ὁ νόμος κελεύει μετὰ τὴν Πεντηκοστὴν ἀποτίθεσθαι τὸ βιβλίον, καὶ τῷ τέλει τῆς ἑορτῆς ταύτης συγκαταλύεται καὶ ἡ τοῦ βιβλίου ἀνάγνωσις, ἐφοβήθην μή ποτε περὶ τὰ προοίμια ἀσχολουμένων ἡμῶν καὶ διατριβόντων, προσεκδράμῃ τὴν ἡμετέραν ἄφιξιν τῆς ἱστορίας ἡ ἀκολουθία. ∆ιὰ τοῦτο ἔδραμον ἀπὸ τῆς ἀρχῆς τοῦ διηγήματος, καὶ καθάπερ κεφαλῆς ὄπισθεν κατέχων τὸ προοίμιον τῆς ἱστορίας, κελεύσας μεῖναι καὶ στῆναι ὑμᾶς ἐν τῇ ἀρχῇ τῆς ὁδοῦ. Τῆς γὰρ τοῦ διηγήματος κεφαλῆς ἁψάμενος, θαῤῥῶν λοιπὸν ἅπασιν ἐπέξειμι τοῖς λοιποῖς, κἂν ἡ ἑορτὴ παρέλθῃ· οὐδεὶς γὰρ ἡμῖν ἀκαιρίαν ἐγκαλέσει, αὐτῆς τῆς κατὰ τὴν ἀκολουθίαν ἀνάγκης τῶν τῆς ἀκαιρίας ἐγκλημάτων ἀπαλλαττούσης ἡμᾶς· διὰ τοῦτο ἀπὸ τῶν προοιμίων ἐπὶ τὸ μέσον ἔδραμον. Ὅτι γὰρ οὐκ ἦν ὁδῷ βαδίζοντα πρὸς Παῦλον ἐλθεῖν, ἀλλὰ προεξέδραμεν ἂν τῆς ἡμετέρας γλώττης τὸ βιβλίον, καὶ τὰς θύρας ἡμῖν ἀπέκλεισεν ἂν, ἐξ αὐτοῦ τοῦ προοιμίου ποιήσω φανερὸν, εἰ καὶ ἤδη γέγονε τοῦτο δῆλον. δʹ. Εἰ γὰρ ἐπιγραφὴν μόνην ὑμῖν ἀναγινώσκοντες καὶ ἐξηγούμενοι, τὸ ἥμισυ τῆς ἑορτῆς ἀνηλώσαμεν, εἰ καὶ πρὸς τὸ πέλαγος αὐτὸ τοῦ βιβλίου ἀπὸ τοῦ προοιμίου ἀρξάμενοι, τὸν λόγον ἀφεῖναι ἐπεχειρήσαμεν, πόσον ἂν ἀνηλώσαμεν χρόνον, ὥστε φθάσαι εἰς τὰ κατὰ τὸν Παῦλον διηγήματα; Μᾶλλον δὲ ἐξ αὐτοῦ τοῦ προοιμίου δῆλον ὑμῖν τοῦτο ποιῆσαι πειράσομαι. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε. Πόσα νομίζετε ἐνταῦθα εἶναι ζητήματα; Πρῶτον, τίνος ἕνεκεν ἀναμιμνήσκει αὐτὸν τοῦ προτέρου βιβλίου. ∆εύτερον, τίνος ἕνεκεν λόγον καλεῖ, καὶ 51.119 οὐχὶ Εὐαγγέλιον· καίτοι γε Παῦλος Εὐαγγέλιον αὐτὸ καλεῖ, οὑτωσὶ λέγων, Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν, περὶ τοῦ Λουκᾶ λέγων. Τρίτον, τίνος ἕνεκέν φησι, Περὶ πάντων ὧν ἐποίησεν ὁ Ἰησοῦς. Εἰ γὰρ Ἰωάννης, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὁ ἐπὶ τὸ στῆθος ἐκεῖνο τὸ ἅγιον κατακλιθῆναι καταξιωθεὶς, ὁ τὰς πηγὰς ἐκεῖθεν ἀρυσάμενος τοῦ Πνεύματος, οὗτος οὐκ ἐτόλμησε τοῦτο εἰπεῖν, ἀλλὰ τοσαύτῃ κέχρηται ἀσφαλείᾳ, ὡς εἰπεῖν, ὅτι Εἰ ἐγράφετο καθ' ἓν πάντα ὅσα ἐποίησεν ὁ Χριστὸς, οὐδ' ἂν αὐτὸν οἶμαι χωρῆσαι τὸν κόσμον τὰ γραφόμενα βιβλία· πῶς οὗτος ἐτόλμησεν εἰπεῖν, ὅτι Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἐποίησεν ὁ Ἰησοῦς; ἆρα μικρὸν ἡμῖν τὸ ζήτημα τοῦτο εἶναι