1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

4

καὶ ἐπιεικεῖς· τοὺς τοιούτους γὰρ πρὸ πάντων καὶ ὁ Χριστὸς ἐμακάρισε λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· καὶ πάλιν ἐβόα λέγων, Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. ∆ιὰ τοῦτο τοὺς πόδας ἔνιψε τῶν μαθητῶν, ὑπόδειγμα παρέχων τῆς ταπεινοφροσύνης ἡμῖν. Ἀπὸ τούτων ἁπάντων κερδᾶναι σπουδάσωμεν, ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ.

ΟΜΙΛΙΑ Βʹ. Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ

Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. αʹ. Οἱ πλείους τῶν ἀνθρώπων ἅπαντα πράττουσι καὶ μηχανῶνται, ὥστε καὶ παρὰ ἄρχουσι καὶ παρὰ τοῖς αὐτῶν μείζοσι χάριν τινὰ σχεῖν· καὶ μέγα τίθενται τοῦτο, καὶ μακαρίους ἑαυτοὺς εἶναι νομίζουσιν, ἐὰν ἐπιτύχωσι τοῦ σπουδαζομένου. Εἰ δὲ τὸ παρὰ ἀνθρώποις χάριτος τυχεῖν τοσοῦτον μέγα, τὸ παρὰ Θεοῦ χάριν εὑρεῖν, πόσον ἂν γένοιτο; ∆ιὰ τοῦτο ἀεὶ τοῦτο προτίθησι τῆς αὐτοῦ ἐπιστολῆς, καὶ τοῦτο ἐπεύχε 62.472 ται, εἰδὼς ὅτι ἂν τοῦτο ᾖ, οὐδὲν ἔσται λοιπὸν τῶν ἀνιαρῶν, ἀλλ' ὅσα ἂν ᾖ δυσχερῆ, πάντα λυθήσεται. Καὶ ἵνα μάθητε, ὁ Ἰωσὴφ δοῦλος ἦν, νέος, ἄπειρος, ἄπλαστος, καὶ ἐνεχειρίσθη ἀθρόον οἰκίας προστασίαν, καὶ ἀνδρὶ Αἰγυπτίῳ παρεῖχεν εὐθύνας. Ἴστε δέ πως ἀκρόχολον ἐκεῖνο τὸ ἔθνος καὶ ἀσύγγνωστον· ὅταν δὲ καὶ ἀρχὴ προσῇ καὶ ἐξουσία, μείζων ὁ θυμὸς ὑπὸ τῆς ἐξουσίας αἰρόμενος. ∆ῆλον δὲ τοῦτο καὶ ἐξ ὧν μετὰ ταῦτα ἐποίησε. Τῆς γὰρ δεσποίνης κατηγορούσης, ἠνείχετο· καίτοι γε οὐ τῶν τὰ ἱμάτια κατεχόντων ἦν τὸ βιάζεσθαι, ἀλλὰ τοῦ ἀποδεδυμένου. Ἐχρῆν γὰρ εἰπεῖν, ὅτι εἰ ἦρες τὴν φωνήν σου, ἔφυγεν ἂν, καὶ εἰ συνῄδει ἑαυτῷ, οὐκ ἂν περιέμεινε τοῦ δεσπό 62.473 του τὴν παρουσίαν. Ἀλλ' ὅμως οὐδὲν τοιοῦτον ἐνενόησεν ἐκεῖνος, ἀλλ' ἀλόγως τῷ θυμῷ τὸ πᾶν ἐπιτρέψας, εἰς δεσμωτήριον ἐνέβαλεν· οὕτως ἀλόγιστός τις ἦν. Καίτοι γε ἐνῆν καὶ ἀπὸ τῶν ἄλλων στοχάσασθαι τοῦ ἀνδρὸς τὴν εὔνοιαν, τὴν σύνεσιν· ἀλλ' ὅμως ἐπειδὴ σφόδρα ἄλογος ἦν, οὐδὲν τοιοῦτον ἐλογίσατο. Ὁ τοίνυν καὶ πρὸς δεσπότην ἔχων τοιοῦτον μοχθηρὸν καὶ διακονίαν ἐμπεπιστευμένος οἰκίας ὁλοκλήρου, καὶ ξένος καὶ ἔρημος καὶ ἄπειρος, ἐπειδὴ ὁ Θεὸς αὐτοῦ κατεσκέδασε χάριν πολλὴν, ὡς οὐδὲν ὄντας τοὺς πειρασμοὺς, οὕτω πάντα παρῆλθε, καὶ δεσποίνης συκοφαντίαν, καὶ κίνδυνον θανάτου, καὶ δεσμωτήριον, καὶ τελευταῖον ἐπὶ τὸν θρόνον ἦλθε τὸν βασιλικόν. Εἶδεν οὖν ὁ μακάριος οὗτος, ὅση τοῦ Θεοῦ ἡ χάρις· καὶ διὰ τοῦτο ταύτην αὐτοῖς ἐπεύχεται. Καὶ ἕτερον δέ τι κατασκευάζει· βουλόμενος γὰρ αὐτὸς πρὸς τὰ μέλλοντα τῆς ἐπιστολῆς εὐγνώμονας καταστῆσαι· ἵνα, κἂν ἐπιτιμᾷ, κἂν ἐπιπλήττῃ, μὴ ἀποπηδῶσι· διὰ τοῦτο ὑπομιμνήσκει αὐτοὺς πρὸ πάντων τῆς χάριτος τοῦ Θεοῦ, λεαίνων αὐτῶν τὴν καρδίαν, ἵνα, κἂν θλῖψις ᾖ, ἀναμιμνησκόμενοι τῆς χάριτος, ἀφ' ἧς ἐσώθησαν ἐκ τῶν μειζόνων, ἐν τοῖς ἐλάττοσι μὴ ἀπογινώσκωσιν, ἀλλ' ἐκεῖθεν ἔχωσι τὴν παραμυθίαν· καθάπερ καὶ ἀλλαχοῦ γράφων ἔλεγεν· Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. Χάρις ὑμῖν, φησὶ, καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστιν. Ὅρα ταπεινοφροσύνης ὑπερβολήν· εἰπὼν, Εὐχαριστεῖν ὀφείλομεν, δίδωσιν αὐτοῖς συλλογίζεσθαι καὶ ἐννοεῖν, ὅτι εἰ ἄλλοι ὑπὲρ τῶν ὑμετέρων κατορθωμάτων οὐχ ὑμᾶς πρῶτον θαυμάζουσιν, ἀλλὰ τὸν Θεὸν, πολλῷ μᾶλλον καὶ ἡμᾶς. Ἄλλως δὲ καὶ ἐπαίρει