1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

4

λυπηρόν. Ὥσπερ γὰρ οὐκ ἔνι τινὰ πλέοντα μὴ εἶναι ἐν ἀγωνίᾳ, πλέοντα λέγω πέλαγος μέγα· οὕτως οὐδὲ τὸν τοῦτον τὸν βίον ζῶντα οὐχ οἷόν τε μὴ εἶναι ἐν ἀθυμίᾳ, κἂν πλούσιον εἴπῃς· ἐπειδὴ γὰρ πλούσιός ἐστι, πολλὰς ἀφορμὰς ἐπιθυμιῶν ἔχει· κἂν αὐτὸν τὸν βασιλέα· καὶ γὰρ καὶ αὐτὸς ὑπὸ πολλῶν κρατεῖται, καὶ οὐ πάντα κατὰ γνώμην πράττει, ἀλλὰ πολλὰ παρὰ τὸ δοκοῦν αὐτῷ χαρίζεται, καὶ μάλιστα πάντων ἐκεῖνός ἐστιν ὁ πάντα πράττων ἃ μὴ θέλει. Τί δήποτε; Ὅτι πολλοὺς ἔχει τοὺς ἐκ τῶν ἐκείνου λαμβάνειν βουλομένους. Ἐννόησον δὲ, ἐν ὅσῃ ἐστὶν ἀθυμίᾳ, ὅταν βούληται μέν τι πράττειν, μὴ δύνηται δὲ ἢ διὰ δέος, ἢ δι' ὑποψίαν, ἢ διὰ πολεμίους, ἢ διὰ φίλους; Πολλάκις δὲ, ὅταν καὶ φιλονεικήσῃ τι πρᾶξαι τῶν αὐτῷ δοκούντων, τὸ πᾶν αὐτῷ τῆς ἡδονῆς ἠφάνισε τῆς ἐκ τῆς πράξεως ἐκείνης, πολλῶν ὄντων τῶν ἀπεχθανομένων αὐτῷ. Ἀλλὰ τί; νομίζεις τοὺς ἀπράγμονα βίον ζῶντας εἶναι ἐν βίῳ λύπης καθαρούς; Οὐκ ἔστιν. Ὥσπερ γὰρ οὐκ ἔστιν εἶναι ἀθάνατον ἄνθρωπον ὄντα, οὕτως οὐδὲ λύπης χωρίς. Πόσα εἰκὸς ὑπομένειν αὐτοὺς πράγματα, ἃ λόγῳ μὲν παραστῆσαι οὐκ ἔστιν, ἔργῳ δὲ ἐκείνους μόνους δυνατὸν εἰδέναι; πόσοι μυριάκις ηὔξαντο ἀποθανεῖν ἐν ἐκείνῳ τῷ πλούτῳ, καὶ τῇ τρυφῇ; Τὸ γὰρ τρυφᾷν οὐ πάντως καὶ ἐκτὸς εἶναι λύπης ποιεῖ· μᾶλλον δὲ αὐτὸ τὸ τρυφᾷν μυρίας τίκτει λύπας, νόσους, ἀηδίας· καὶ χωρὶς τούτων, αἰτίας πολλάκις μὴ ὑποκειμένης. Ὅταν γὰρ ἡ ψυχὴ ἐν ἕξει τοιαύτῃ καταστῇ, καὶ ἁπλῶς οἶδεν ἀλγεῖν. Καὶ γὰρ ἰατρῶν λέγουσι παῖδες ὅτι καὶ παρὰ στομάχου κατασκευὴν ἀσθενῆ ἄκαιροι γίνονται λύπαι. Ἢ οὐχὶ καὶ παρ' ἡμῖν τοῦτο συμπίπτει, ὅταν ἀλγῶμεν, καὶ μὴ εἰδῶμεν τῆς λύπης τὴν ὑπόθεσιν; Καὶ ὅλως οὐκ ἔστιν εὑρεῖν τινα λύπης χωρίς· εἰ δὲ οὐ τοσαύτην ἔχουσιν ἀφορμὴν λύπης, ὅσην ἡμεῖς, ὅμως οὕτως ἔχειν ἕκαστος νομίζει· τὸ γὰρ οἰκεῖον μᾶλλον αὐτὸν λυπεῖ τοῦ ἀλλοτρίου. Ὥσπερ γὰρ οἱ τὰ μέρη τῶν σωμάτων ἀλγοῦντες, νομίζουσι τοὺς πλησίον πλεονεκτεῖν ταῖς ἀλγηδόσι, καὶ ὁ τὸν ὀφθαλμὸν νοσῶν, οὐδὲν ἕτερον ἡγεῖται τοιοῦτον εἶναι πάθος, οἷον τὸ ἑαυτοῦ· πάλιν ὁ τὸν στόμαχον νοσῶν, τοῦτο πάντων χαλεπώτερον εἶναί φησι, καὶ ἕκαστος ἐν ᾧ κατέχεται, τοῦτο πάντων ἀνιαρότερον εἶναι ἡγεῖται· οὕτω καὶ ἐπὶ τῆς ἀθυμίας, ἕκαστος ὑπὸ τῆς λύπης ἧς κατέχεται, ταύτην φησὶν εἶναι ἀλγεινοτέραν· μετὰ 62.605 γὰρ τῆς πείρας τῆς οἰκείας τοῦτο κρίνει. Οἷον, ὁ παῖδας οὐκ ἔχων, οὐδὲν οὕτω δεινὸν νομίζει, ὡς ἀπαιδίαν· ὁ πολλοὺς ἔχων πάλιν μετὰ πενίας, οὐδὲν οὕτως ὡς πολυπαιδίαν αἰτιᾶται· ὁ ἕνα ἔχων, οὐδὲν χεῖρον τοῦ ἕνα ἔχειν νομίζει. Ἐντεῦθεν γὰρ, φησὶ, καὶ ῥᾳθυμίας γίνεται, καὶ ἐν λύπῃ τὸν πατέρα καθίστησιν, ἀεὶ περιπόθητος αὐτῷ τυγχάνων, καὶ οὐδεμίαν ἐπιστροφὴν δεχόμενος. Ὁ καλὴν ἔχων γυναῖκα, οὐδὲν χεῖρόν φησι τοῦ καλὴν ἔχειν γυναῖκα· ὑποψίας γὰρ τὸ πρᾶγμα γέμει καὶ ἐπιβουλῆς· ὁ δυσειδῆ, οὐδὲν χεῖρόν φησι τοῦ ἄμορφον ἔχειν γυναῖκα· ἀηδίας γὰρ τὸ πρᾶγμα ἐμπέπλησται. Ὁ ἰδιώτης οὐδὲν ἀχρηστότερον τοῦ βίου τούτου φησὶν οὐδὲ εὐτελέστερον· ὁ στρατιώτης οὐδὲν μοχθηρότερόν φησιν, οὐδὲ ἐπισφαλέστερον τῆς στρατείας· βέλτιον γὰρ ἄρτῳ κεχρῆσθαι μόνῳ καὶ ὕδατι, ἢ τοσαύτας φέρειν ἐπαχθείας. Ὁ ἐν ἀρχῇ ὢν οὐδὲν ἐπιπονώτερόν φησι τοῦ τῶν ἄλλων τὰς ἀνάγκας θεραπεύειν· ὁ ἀρχόμενος οὐδὲν δουλικώτερόν φησιν ἑτέρων ἐξουσίᾳ ὑποκεῖσθαι. Ὁ γεγαμηκὼς οὐδὲν χεῖρόν φησι γυναικὸς καὶ φροντίδος· ὁ μὴ γεγαμηκὼς οὐδὲν ἀνελευθεριώτερόν φησι τοῦ μὴ γαμεῖν, καὶ οἰκίας ἀπεστερῆσθαι καὶ ἀναπαύσεως. Ὁ ἔμπορος τὸν γεωργὸν μακαρίζει τῆς ἀσφαλείας· ὁ γεωργὸς τὸν ἔμπορον τοῦ πλούτου. Καὶ ὅλως δυσάρεστόν πως τὸ γένος τὸ ἀνθρώπινον, μεμψίμοιρον καὶ βαρύθυμόν ἐστιν. Ὅτε πάντων τῶν ἀνθρώπων καταγινώσκει, τότε φησὶν, Οὐδὲν ἄνθρωπος, τὴν πᾶσαν λέγοντες φύσιν ἐπίμοχθον ζῶον καὶ ταλαίπωρον. Πόσοι τὸ γῆρας θαυμάζουσι; πόσοι τὴν νεότητα μακαρίζουσιν; Οὕτω καὶ ταῖς ἡλικίαις πολλὴ ἡ ἀθυμία.