1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

5

δὲ ὑπεροψίαν κακίας, προελθεῖν μὲν καὶ φανερῶς εἰπεῖν, ἀπόστητε τοῦ Χριστοῦ, καταγελάσατε τῶν παρ' αὐτοῦ δογμάτων, μῦθός ἐστι τὰ ἐκείνου καὶ πλάνη, πονηρός τίς ἐστι καὶ ἀπάνθρωπος, οὐ τολμᾷ· οἶδε γὰρ ταύτῃ μᾶλλον ἀποπηδήσοντας αὐτοῦ τῆς τυραννίδος, καὶ μισήσοντας αὐτὸν μειζόνως. ∆ιὰ τοῦτο μὲν ἐξ εὐθείας οὐκ εἰσάγει τὴν κατηγορίαν, κύκλῳ δὲ περιιὼν, ὑποσπείρει λάθρα τὸν ἰὸν τῶν δυσσεβῶν δογμάτων, τὸ μὲν δοκεῖν ἀφεὶς μένειν ἐν τῇ πίστει, τῇ δὲ ἀληθείᾳ, πρόῤῥιζον αὐτὴν ἀνασπῶν, καὶ πάντα καταλύων τῆς ἀληθείας τὰ δόγματα, καὶ πολλὴν τοῦ Θεοῦ καταχέων διαβολὴν παρὰ τοῖς πειθομένοις. ∆ιὰ τοῦτο αὐτῷ τὸ δηλητήριον τοῦτο, καὶ τὰ θανατηφόρα τῆς εἱμαρμένης κατεσκεύασται φάρμακα, ἵνα πάντα ἅπερ εἶπον λάθρα εἰσαγάγῃ, ἵνα κενὸν ἡμῶν δείξῃ τὸ φρόνημα καὶ τὴν πίστιν κενὴν, ἵνα πονηρὰν περὶ τοῦ Θεοῦ πείσῃ τοὺς ἀνθρώπους ψῆφον ἔχειν· ὅπερ οὖν καὶ ἐν ἀρχῇ πεποίηκεν ἐπὶ τοῦ Ἀδὰμ, καθάπερ βάσκανόν τινα καὶ φθονερὸν διαβαλὼν τὸν Θεόν. Μόνον γὰρ οὐχὶ οὕτως ἔλεγεν δι' ὧν παρῄνει· ᾔδει, φησὶν, ὁ Θεὸς ὅτι ἀνοιγήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, ᾔδει ὅτι ἔσεσθε ὡς θεοὶ, ἐφθόνησεν ὑμῖν, ἐβάσκανεν ὑμῖν μείζονος τιμῆς . Εἰ γὰρ καὶ μὴ προσετίθει ταῦτα τὰ ῥήματα, ταῦτα αὐτοῖς ἀφ' ὧν ἔλεγεν ὑποπτεύειν ἐδίδου. Καὶ ὅρα τὴν κακουργίαν. Ἀνατρέψας τοῦ Θεοῦ τὴν ψῆφον, καὶ εἰπὼν ὅτι μεγάλα αὐτοῖς ἀγαθὰ ἔσται μὴ πειθομένοις αὐτῷ, οἷον, ἄνοιξις ὀφθαλμῶν καὶ ἰσοθεΐα, καὶ γνῶσις ἠρτημένη, οὐκέτι προσέθηκεν ὅτι πονηρὸς ὁ τούτων ἀπείργων, ἵνα μὴ δόξῃ καθάπερ ἐχθρός τις καὶ πολέμιος λέγων ἀπολογεῖσθαι, ἀλλὰ πρόσωπον συμβούλου καὶ κηδεμόνος ὑποδὺς, εὐπαράδεκτον ποιήσῃ τὴν κακὴν παραίνεσιν· ὃ δὴ καὶ γέγονεν. Οὐ 50.755 δὲν γὰρ ἕτερον ἤθελε κατασκευάσαι δι' ὧν ἔλεγεν, ἀλλ' ἢ ὅτι ἀπόστητε τοῦ Θεοῦ τοῦ πεποιηκότος· βάσκανός ἐστι καὶ φθονερὸς, φθονεῖ τῶν μειζόνων ὑμῖν ἀγαθῶν. Ἀλλὰ ταῦτα φανερῶς μὲν οὐκ ἔθηκε τὰ ῥήματα· ἦ γὰρ ἂν, ὑποπτεύσαντες αὐτὸν εἶναι ἐχθρὸν, ἔφυγον· ἀφεὶς δὲ εἰπεῖν αὐτοῖς ταῦτα καὶ περιστείλας, τὴν ὀλεθρίαν ταύτην εἰσήγαγε συμβουλήν. Οὕτω δὴ καὶ νῦν οὐ λέγει μὲν, ἀπόστητε τοῦ Χριστοῦ, ὡς κατεγνωσμένων τῶν θείων δογμάτων· οἶδε γὰρ ὅτι ἐψεύδετο καὶ οὐκ ἐπιστεύετο· κακούργως δὲ δοκεῖ μὲν ἡμᾶς ἀφεῖναι ἐν τούτοις, καὶ συγχωρεῖν πρὸς τὴν ἀλήθειαν, ἑτέρως δὲ οὐκ εἰδότας αὐτοὺς ἐξαιρεῖ τῆς αἰωνίου ταύτης κληρονομίας· ὥσπερ ἂν εἴ τις παῖδα γνήσιον καὶ ἐλεύθερον, ἁπλοῦν τινα καὶ ἀπόνηρον, τῇ δεξιᾷ μὲν κατέχων μὴ ἐκβάλοι τῆς πατρικῆς οἰκίας, παραινοῖ δὲ αὐτῷ ποιεῖν δι' ὧν καὶ ἑκὼν καὶ ἄκων ἐκπεσεῖται τῶν πατρικῶν ἁπάντων. Οὐ γάρ ἐστιν, οὐκ ἔστι τὸν εἱμαρμένῃ προσέχοντα, δυνηθῆναι τῶν οὐρανῶν ἐπιτυχεῖν, μᾶλλον δὲ οὐκ ἔστι δυνηθῆναι τὴν γέενναν καὶ τὴν κόλασιν ἐκφυγεῖν· ἀπεναντίας γὰρ τοῖς τοῦ Θεοῦ δόγμασιν ἅπαντας πείθεσθαι ἐπιτάττει. Ὁ Θεὸς λέγει, Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Εἶδες πῶς ὁ Θεὸς φθέγγεται καὶ ποίους τίθησι νόμους; Ἄκουσον καὶ τῆς εἱμαρμένης, πῶς φθέγγεται, καὶ πῶς ἐναντίους εἰσάγει θεσμοὺς, καὶ μάθε, πῶς ἐκεῖνα μὲν ὑπὸ θείου Πνεύματος εἴρηται, τὰ δὲ ταύτης ὑπὸ πονηροῦ δαίμονος καὶ θηρός τινος ἀνημέρου. Εἶπεν ὁ Θεὸς, Ἐὰν θέλητε, καὶ ἐὰν μὴ θέλητε, κυρίους ἡμᾶς ποιῶν ἀρετῆς καὶ κακίας, καὶ ἐπὶ τῇ γνώμῃ τῇ ἡμετέρᾳ τιθείς. Ἐκεῖνος δὲ τί φησιν; Ὅτι τὸ εἱμαρμένον οὐ δυνατὸν ἐκφυγεῖν, κἂν θέλωμεν, κἂν μὴ θέλωμεν. Ὁ Θεὸς λέγει· Ἐὰν θέλητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· αὐτὴ λέγει, κἂν θέλωμεν, μὴ ᾖ δὲ ἡμῖν δεδομένον, οὐδὲν ὄφελος τοῦτο θέλειν. Ὁ Θεὸς λέγει, Ἐὰν μὴ θέλητε προσέχειν τοῖς λόγοις μου, μάχαιρα ὑμᾶς κατέδεται· αὐτὴ λέγει, ἂν μὴ θέλωμεν, ᾖ δὲ ἡμῖν δεδομένον, πάντως σωζόμεθα. Οὐ ταῦτα ἡ εἱμαρμένη φησί; Τί γένοιτο ἂν οὖν