1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

10

Τὰ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Εἰ δὲ Παύλῳ συνεχοῦς ἔδει διδασκαλίας πρὸς τοὺς μαθητὰς, Παύλῳ τῷ μετὰ τῆς τοῦ Πνεύματος διδάσκοντι χάριτος, καὶ μετὰ ἐπιτάγματος ἐλαύνοντι τοὺς ἐχθροὺς, καὶ πάντων ἀναιροῦντι τὰ παθήματα, Παύλῳ τῷ τιμωμένῳ, οὗ πάντες ἤκουον ὡς ἐξ οὐρανῶν ἀγγέλου καταβάντος, μᾶλλον δὲ ὡς αὐτοῦ τοῦ Χριστοῦ· εἰ τοίνυν ἐκείνῳ χρεία ἦν τοῦ συνεχῶς τὰ αὐτὰ λέγειν, πολλῷ μᾶλλον ἡμῖν τοῖς οὐδενὸς ἀξίοις λόγου. Καὶ γὰρ ὄντως ἀσφαλὲς τὸ πολλάκις ὑμῖν περὶ τῶν αὐτῶν ἀκούειν, καὶ οὐ μόνον τὸ περὶ τῶν αὐτῶν, ἀλλὰ καὶ τὸ τὰ αὐτὰ περὶ τῶν αὐτῶν. Μὴ δὴ δυσχεραινέτω τις, μηδὲ ἐνοχλεῖσθαι νο 50.760 μιζέτω παρ' ἡμῶν, εἰ περὶ τῆς αὐτῆς ὑποθέσεως μέλλοιμεν τὰ αὐτὰ λέγειν πάλιν. Εἰ μὲν γὰρ ἦν θαρσῆσαι, ὅτι ἅπαξ ἀκούσαντες ἀποτίθεσθε τὸ νόσημα τῆς ψυχῆς, μάλιστα μὲν οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλ' ἔτι περὶ τῶν αὐτῶν λέγειν ἐχρῆν, ὥστε μόνιμον ὑμῖν καὶ βεβαίαν ποιῆσαι τὴν ὑγίειαν, καὶ δυσχειρώτους πρὸς τὸ τοῖς αὐτοῖς μὴ περιπεσεῖν πάλιν ἔργοις. Ἐπειδὴ δὲ ὑποπτεύομεν εἶναι ἔτι λείψανά τινα τοῦ κακοῦ παρὰ τοῖς ἀκροαταῖς, ἀναγκαία καὶ κατὰ λόγον ἡμῖν ἡ συνεχὴς ὑπὲρ τούτων ἐστὶ παραίνεσις. Τήμερον γὰρ ἀναγκαῖόν ἐστιν εἰπεῖν πῶς ἂν ἐκφύγοιμεν. Πῶς οὖν ἐκφύγοιμεν ἄν; Πρῶτον μὲν ταῖς εὐχαῖς, καὶ τῇ πρὸς τὸν Θεὸν ὁμιλίᾳ, δεύτερον δὲ, λογισμοῖς εὐσεβέσιν. Ἂν γὰρ ἴδῃς τίνα μὲν 50.761 τὰ μέλλοντα, τίνα δὲ τὰ παρόντα, καὶ τὴν ὀρθὴν περὶ ἑκατέρων ψῆφον ἐνέγκῃς, οὐδέποτέ σου τῆς ψυχῆς ἅψεται τοῦτο τὸ κακόν. Ὅταν οὖν ἴδῃς πλουτοῦντά τινα παρ' ἀξίαν, μὴ μακαρίσῃς, μὴ ζηλωτὸν νομίσῃς, μὴ καταγνῷς τῆς τοῦ Θεοῦ προνοίας, μὴ μάτην φέρεσθαι καὶ εἰκῇ τὰ παρόντα νόμιζε, ἐπειδὴ ὁ δεῖνα πλουτεῖ παρ' ἀξίαν. Ἀναμνήσθητι τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, πῶς ὁ μὲν πρὸς ἄκρον εὐπορίας ἐληλάκει καὶ τρυφῆς, ὠμὸς ὢν καὶ ἀπηνὴς καὶ ἀπάνθρωπος καὶ κυνῶν αὐτῶν ἀγριώτερος· εἴ γε οἱ μὲν τὸν πένητα ἠλέουν καὶ ἐθεράπευον, οὐκ ὀκνοῦντες τῇ γλώττῃ ἅψασθαι τῶν ἑλκῶν τῶν κατὰ παντὸς τοῦ σώματος, ὁ δὲ οὐδὲ ψιχίων αὐτῷ μετεδίδου. Ἐννόησον οὖν πῶς αὐτὸς μὲν πρὸς ἄκρον εὐπορίας ἐληλάκει, ὁ δὲ πένης ἐκεῖνος ὁ ὄντως πλούσιος, ὁ ὄντως εὔπορος, εἰς αὐτὸ τῆς πενίας τὸ ἔσχατον κατέπεσε, καὶ αὐτῆς τῆς ἀναγκαίας ἠπόρει τροφῆς, καὶ νόσῳ καὶ λιμῷ διηνεκεῖ παλαίων. Καὶ ὁ μὲν ἥττω τῆς χρείας εἶχεν, ὁ δὲ οὐδὲ τῆς συμμετρίας ἀπήλαυεν. Ἀλλ' ὅμως οὐκ ἐδυσχέραινεν, οὐκ ἐφθέγξατο ῥῆμα ἀσεβὲς, οὐ κατηγόρησε τοῦ Θεοῦ, οὐκ ἐμέμψατο τὴν πρόνοιαν, οὐκ ἀνέθηκεν εἱμαρμένῃ τὰ γεγενημένα, οὐκ εἶπε πρός τινα, ἀλλ' οὐδὲ πρὸς ἑαυτόν· ἐγὼ μὲν οὐδὲν ποιήσας κακὸν εἰδικῶς, τοσαύτην τίνω δίκην, καὶ τὴν ἐσχάτην ὑπομένω τιμωρίαν, λιμῷ τηκόμενος, δαπανώμενος νόσῳ χαλεπωτάτῃ, κατὰ μικρὸν ἀναλισκόμενος καὶ ἀσχημονῶν· οὗτος δὲ πλουτεῖ, καὶ τρυφᾷ ταῖς ἀλλοτρίαις ἐνδιαιτώμενος συμφοραῖς, ὁ τοῖς ἐμοῖς ἐμπαροινῶν κακοῖς· καὶ τὸν μὲν ἀπάνθρωπον, καὶ ἀνηλεῆ, καὶ ὠμὸν καὶ λίθινον τοσούτων ἐποίησε χρημάτων κύριον ὁ Θεὸς, ἐμὲ δὲ τὸν οὐδὲ μέχρι ῥημάτων ψιλῶν παροξύναντα ἀφῆκε κατατείνεσθαι πόνοις τοσούτοις. Ποῦ ταῦτα δικαιοκρισίας ἄξια; ποῦ ταῦτα προνοίας καὶ κηδεμονίας τῆς ὑπὲρ ἡμῶν; Οὐδὲν τούτων οὐκ εἶπεν ἐκεῖνος. Πῶς οὖν οὐκ ἄτοπον, ὅταν αὐτοὶ μὲν οἱ πάσχοντες κακῶς οὕτω τὸν ∆εσπότην εὐλογῶσιν ἐν πᾶσι, σὺ δὲ ὁ τῶν παλαισμάτων ἑστηκὼς ἔξω, ὑπὲρ τούτων βλασφημῇς τὸν Θεὸν, ὑπὲρ ὧν εὐχαρίστως ἕτεροι ἔχουσιν; Ὁ μὲν πάσχων δεινῶς, κἂν εἴπῃ τι ῥῆμα φορτικὸν καὶ ἐπαχθὲς, εἰ καὶ μὴ τοσαύτης ὅσης ἕτερος, ἀλλ' ὅμως γε καὶ ἐλάττονος μετέχει συγγνώμης· ὁ δὲ ἔξω τῶν δεινῶν ἑστὼς, καὶ ὑπὲρ ἑτέρων τὴν ἑαυτοῦ ψυχὴν ἀπολλὺς, ποίας ἂν εἴη συγγνώμης ἄξιος, ὑπὲρ τούτων βλασφημῶν τὸν Θεὸν, ὑπὲρ ὧν ὁ παθὼν κακῶς εὐχαριστεῖ, καὶ διὰ παντὸς αὐτὸν ἀνυμνῶν οὐκ