1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

15

τεμνέτω, μηδὲ καταβαλλέτω σπέρματα, μήτε ὥραν ἔτους ἐπιτηρείτω ἐπιτηδείαν, μηδὲ ἀνεχέσθω κρυμοῦ, καὶ διηνεκοῦς ὑετοῦ, καὶ ταλαιπωρίας, καὶ μόχθων πρὸς διαμεμετρημένον τὸ ἔτος, μὴ θηγέτω δρεπάνην, μηδὲ ἀμάτω λήϊον, μὴ τριβέτω ἀστάχυς, μὴ φυτευέτω, μηδὲ θεραπευέτω φυτὰ, πᾶσαν ἁπλῶς τῆς γεωργίας ῥίψας τὴν ἐπιμέλειαν, οἴκοι καθεζέσθω, καὶ πάντα καθευδέτω τὸν χρόνον· πάντως ἂν εἱμαρμένον αὐτῷ καὶ κεκλωσμένον ᾖ, αὐτόματα εἰς τὴν οἰκίαν ἥξει τὰ ἀγαθά· ἐὰν δὲ εἰς τοὐναντίον στρέψῃ τὸν ἄτρακτον ἡ Κλωθὼ, κἂν μυριάκις πονῆται, πέρας οὐδὲν αὐτῷ τῶν πόνων ἔσται καὶ ἱδρώτων. Τίνος οὖν ἕνεκεν οὔτε παραινεῖτε ταῦτα ποιεῖν, εἴ γε ὄντως εἱμαρμένῃ πιστεύετε; τίνος ἕνεκεν οὐ παραινεῖτε, ἵν' ὄντως ἔργῳ μάθητε τὰ τῆς εἱμαρμένης καλά; Βούλει μοι δεῖξαι τί ὄντως εἵμαρται; Κατάλυσον γεωργίαν, ἄνελε ναυτιλίαν, ἔκβαλε πάσας τέχνας βιωτικὰς, καὶ μήτε οἰκοδόμος, μήτε χαλκοτύπος, μήτε ὑφάντης, μήτε ἄλλος τις τῶν εἰς τὴν ἡμετέραν συντελούντων ζωὴν μεταχειριζέτω τὴν αὐτοῦ τέχνην, καὶ τότε ὄψει καλῶς, οἷα τῆς εἱμαρμένης τὰ ἐπίχειρα, τότε αὐτῆς αἰσθήσῃ καλῶς, τότε αὐτῆς τὸ ἀπερίτρεπτον ὄψει. Καὶ τί λέγω τέχνας, αἳ τὴν ζωὴν συνέχουσι τὴν ἡμετέραν; Ἔστωσαν τέχναι, καὶ μηδὲ μίαν καταλύσῃς, ἀλλὰ πάντων μενόντων ἐπὶ τῆς οἰκείας τάξεως, ὁ καθ' ἕκαστον μηδὲν μεριμνάτω τῶν αὐτοῦ, μηδὲ φροντιζέτω τῶν κατὰ τὴν οἰκίαν, ἀλλ' ἐπιτρεψάτω τῇ εἱμαρμένῃ τὰ κατὰ αὐτὸν οἰκονομῆσαι πάντα, καὶ τότε εἴσεται αὐτῆς τὴν ὠφέλειαν, ὅταν στρεβλούμενος καὶ μαστιζόμενος ἀπαιτῆται μὲν τὰς εἰσφορὰς, μὴ ἔχων δὲ καταφεύγει μὲν ἐπὶ τὴν ἐκείνης ἀπολογίαν, προσέχει δὲ αὐτῷ μηδείς. Μέχρι πότε παιδία ἐσμὲν ταῖς φρεσί; μέχρι τίνος οὐ παυσόμεθα ληροῦν 50.767 τες; μέχρι τίνος οὐκ ἐπιγνωσόμεθα τὸν κοινὸν ∆εσπότην; Εἰ φαύλους καὶ ἀγαθοὺς εἱμαρμένη ποιεῖ, τίνος ἕνεκεν παραινεῖς τῷ παιδὶ, τίνος ἕνεκεν νουθετεῖς; Πάντα εἰκῇ καὶ μάτην. Εἰ πλουσίους καὶ πένητας ποιεῖ, μὴ πέμψῃς εἰς διδασκαλεῖα, μὴ πορίσῃς χρήματα, μὴ πράξῃς μηδὲ ἓν τῶν δυναμένων αὐτῷ τὴν οὐσίαν αὐξῆσαι, ἀλλ' ἐπίτρεψον τῇ εἱμαρμένῃ τὰ κατ' αὐτόν. Ἀλλ' οὐκ ἀνέχῃ. Ὁρᾷς πῶς ἐν τοῖς ἐλάττοσι διαπιστῶν αὐτῆς τὴν δύναμιν, ἐν τοῖς μείζοσιν αὐτῇ πιστεύεις; Εἰ γὰρ ὄντως εἱμαρμένη ἐστὶν, ἄφες τὸν παῖδα καὶ πονηροῖς ἀνδράσι συγγίνεσθαι, καὶ μετὰ διεφθαρμένων διαφθείρεσθαι· πάντως ἂν εἱμαρμένον αὐτῷ καὶ κεκλωσμένον ᾖ, καὶ σοὶ χρησιμεύει. Καὶ γὰρ ὄντως, φησὶν, ὄντως ἐστί. Τίνος οὖν ἕνεκεν πράγματα καὶ σαυτῷ παρέχεις καὶ ἑτέρῳ; Καὶ τί λέγω παίδων ἕνεκεν, ὅπου γε οὐδὲ ἐπὶ οἰκετῶν ἀνέξῃ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ἀπειλεῖς καὶ φοβεῖς, καὶ πάντα τρόπον κινεῖς, ὅπως γένηταί σοι καλὸς ὁ οἰκέτης, καὶ οὐ θαῤῥεῖς τῇ γενέσει; Τίνος δὲ ἕνεκεν κακὸν γενόμενον κολάζεις; οὐ γὰρ αὐτοῦ τὸ ἁμάρτημα γέγονεν, ἀλλὰ τῆς ὠθούσης γενέσεως. Τίνος δὲ ἕνεκεν καλὸν γενόμενον ἐπαινεῖς; οὐ γὰρ αὐτοῦ τὸ κατόρθωμα, ἀλλὰ τῆς γενέσεως· μᾶλλον δὲ οὔτε καλὸς, οὔτε κακὸς ἔσται τις. Ὁ γὰρ παρ' ἑαυτοῦ μηδέτερον τούτων ποιῶν, ἀλλ' ἑτέρωθεν τὴν ἀνάγκην δεχόμενος, οὔτε τοῦτο ἔσται, οὔτε ἐκεῖνο. Τίνος οὖν ἕνεκεν ἐπαινοῦμεν ἄνδρας; τίνος δὲ ἕνεκεν ψέγομεν; τίνος ἕνεκεν ἐπαρώμεθα, τίνος ἕνεκεν συνευχόμεθα ἑτέροις; Ὁρᾷς εἰς ὅσην ἡμᾶς ἀλογίαν ὁ τῆς εἱμαρμένης ἐξήγαγε λόγος; Οὐδείς ἐστι σώφρων, οὐδείς ἐστιν ἀκόλαστος, οὐδείς ἐστι πλεονέκτης, οὐδείς ἐστι δίκαιος· ἀνῄρηται καὶ ἀρετὴ καὶ κακία, καὶ μάτην εἰς τὸν παρόντα τοῦτον βίον ὑπήχθημεν, μᾶλλον δὲ οὐ μάτην, ἀλλὰ καὶ ἐπὶ κακῷ. Πῶς γὰρ οὐκ ἄτοπον ὠθεῖσθαι μὲν ὑπὸ τῆς ἀνάγκης τῆς γενέσεως εἰς κακίαν, πάλιν δὲ ὑπὸ τῆς βίας αὐτῆς ταύτης δίκην διδόναι τὴν ἐσχάτην, δέον ἐλεεῖσθαι, δέον ταλανίζεσθαι, καὶ μισούμεθα, καὶ κολαζόμεθα, δέον τιμᾶσθαι; Τὸν ἀδικούμενον καὶ βίαν παθόντα, οὐχὶ κολάζεσθαι, ἀλλὰ τιμᾶσθαι χρή· ἡμεῖς δὲ καὶ ἀδικούμεθα, καὶ τιμωρίαν