1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

7

διαφθείροντος μόνον, ἀλλὰ καὶ ψυχὴν ἀπολλύντος, καὶ χείρω καὶ φαυλοτέραν ἐργαζομένου, οὐκ ἀποπηδᾷς; Ἄκουσον, φησί τις σοφὸς ἀνὴρ, μὴ στήσῃς, ἀλλ' ἀποπήδησον, μὴ ἐγχρονίσῃς, καὶ τὴν βραχυτάτην ἐν τούτοις δεδοικὼς διατριβήν. Ταῦτα δὲ λέγομεν, οὐ τὴν ἰσχὺν τῶν παρ' ἐκείνοις δογμάτων δεδοικότες, ἀλλὰ 50.757 τὴν ὑμετέραν ἀσθένειαν φοβούμενοι. Ἡμῖν γὰρ τῇ τοῦ Θεοῦ χάριτι ἀραχνίων ἀσθενέστερα τὰ ἐκείνων φαίνεται, τοῖς τεθεμελιωμένοις τῇ πίστει, κἂν μυριάκις ἡμῶν ἐπᾴδωσι τὰς ἀκοὰς, τοσούτῳ πλείω τὸν γέλωτα ὀφλισκάνουσι παρ' ἡμῶν, καθάπερ οἱ μεμηνότες καὶ τῶν οἰκείων φρενῶν ἐξεστηκότες· τὴν δὲ ὑμετέραν ἀσθένειαν δεδοίκαμεν. Οὐ κατὰ πάντων λέγω τὰ εἰρημένα, ἀλλὰ κατὰ τῶν ὑπευθύνων τοῖς λεγομένοις ὄντων. Ἐπεὶ καὶ Παῦλος, ὁ πάντων κρατῶν, οὐχὶ διδασκαλίαν μόνον, ἀλλὰ καὶ κατὰ τῶν ἀλλοτρίων ἐπιδεικνὺς τῷ μαθητῇ Τιμοθέῳ τὰς λογομαχίας, τὰς κενοφωνίας περιίστασθαι παραινεῖ. Ὀλίγος ἐστὶν ὁ τῆς ζωῆς ἡμῶν χρόνος, βραχὺ τὸ τῆς σωτηρίας ἐφόδιον. Ἂν οὖν αὐτὸν τὸν βραχὺν χρόνον τὸν δοθέντα ἡμῖν πρὸς τὸ μαθεῖν τι τῶν χρησίμων, εἰς περιττὰς καὶ ἀνονήτους καὶ βλαβερὰς ἀναλώσωμεν ἀκροάσεις, πότε λοιπὸν εὐπορήσομεν ἑτέρου πρὸς τὸ μαθεῖν τὰ ἀναγκαῖα καὶ κατεπείγοντα; Μάλιστα μὲν γὰρ, εἰ καὶ μακρὸς ἦν, πάντα αὐτὸν εἰς τὰ χρήσιμα ἀναλίσκειν ἔδει· ὅταν δὲ καὶ ὀλίγος ᾖ καὶ βραχὺς, πῶς οὐκ ἐσχάτης ἀνοίας τὴν ὀλιγότητα αὐτοῦ εἰς τὰ διαφθείροντα δόγματα τὴν ψυχὴν τὴν ἡμετέραν δαπανᾷν; Τί σοι χρεία φαρμάκου; μὴ δέξῃ πληγὴν, μὴ τὸν χρόνον ἀναλώσῃς εἰς τὸ θεραπεύειν, ἃ λαμβά 50.758 νεις παρ' ἑτέρων, καὶ ἔχεις· ἀπὸ τῶν θείων Γραφῶν τὸ ὑγιὲς συγκρότει, κἂν προσέλθῃ τις ἕτερόν τι λέγων, ἀπόφραξον τὰ ὦτα, ἀποπήδησον εὐθέως, μὴ ἐγχρονίσῃς. Καὶ εἰ, κατὰ βασιλέων συλλόγου γενομένου, οὐκ ἂν ἠνέσχου μετασχεῖν τοῦ συνεδρίου, ὡς τῇ κοινωνίᾳ τῆς ἀκροάσεως, εἰ καὶ μὴ συγκατάθεσις γένοιτο, κινδυνεύσων πάντως· ὅταν κατὰ Θεοῦ λέγηταί τι, καὶ δόγμα τῆς αὐτοῦ γέμον κατηγορίας γυμνάζηται, οὐκ ἀποφεύξῃ, οὐ μισήσεις τὴν βλάσφημον γλῶτταν, οὐκ ἐμφράξεις τὰ ἄθεα στόματα; Καὶ πῶς δυνήσῃ μετὰ παῤῥησίας εὔχεσθαι τὸν Θεὸν, ταῖς διαβολαῖς ταῖς κατ' αὐτοῦ κοινωνῶν; Μὴ, παρακαλῶ. Ταῦτά μοι οὐ πρὸς τοὺς παρόντας εἴρηται, μᾶλλον δὲ καὶ πρὸς τοὺς παρόντας. Εἰ γὰρ καὶ ὑμεῖς ἀνεύθυνοι, ἀλλ' οὕστινας ἴστε ταύτην νοσοῦντας τὴν νόσον, τούτοις καὶ ἑτέροις πλείοσιν ἐπαντλᾶτε ῥήμασιν, ὥστε πρόῤῥιζον ἀνασπάσαι τὸ κακόν. Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων καὶ φίλων τοῦ Θεοῦ οὐ γὰρ δὴ τοσοῦτον ἡμῶν ἰσχύει τὰ ῥήματα, ὅσον τῆς ἐκείνων εὐχῆς ἡ παῤῥησία, γένοιτο πάντας ἡμᾶς, καὶ ὅσοι πρὸς τὸ πλήρωμα τῆς Ἐκκλησίας συντελοῦσι, τούτων ἀπαλλαγέντας τῶν κακῶν, μετὰ παῤῥησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ᾧ ἡ δόξα. Ἀμήν.

ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΚΑΙ ΠΡΟΝΟΙΑΣ Λόγος γʹ. Οἶδα πρῴην περὶ εἱμαρμένης εἰπὼν πρὸς τὴν ὑμετέραν ἀγάπην, ἀλλ' οὐδὲν κωλύει καὶ τήμερον περὶ τῆς αὐτῆς ὑποθέσεως γυμνάσαι τὸν λόγον· οὐκ ἐπειδὴ τὸ πάθος ἐστὶν ἰσχυρὸν, ἀλλ' ἐπειδὴ ἡ ῥᾳθυμία ἡμῶν ἐστιν ἄφατος, ἡ καὶ τὰ μικρὰ μεγάλα ποιοῦσα τῶν νοσημάτων. Ἐπεὶ καὶ τυφλῷ δῆλόν ἐστι φύσει, ὅτι τὸν πιστὸν οὐδὲ λόγων οὐδὲ διδασκαλίας δεῖσθαι χρὴ πρὸς τὴν τοῦ κακοῦ τούτου φυγήν. Καθάπερ γὰρ τὸν οἰκοῦντα τὴν καθ' ἡμᾶς οἰκουμένην, καὶ νόμοις πολιτευόμενον τοῖς παρ' ἡμῖν, καὶ βασιλεῦσιν ὑποτεταγμένον τοῖς αὐτοῖς, οὐ δεῖ πείθειν, ὅτι τὴν Περσικὴν πολιτείαν ἐν τῇ ἡμετέρᾳ εἰσάγειν οὐ χρὴ, ἀλλ' ἀπαγορεύειν μόνον· οὕτω δὴ καὶ ἐνταῦθα. Τῶν γὰρ