1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

17

πολλοὶ τοῦ πλουτεῖν τρόποι, οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοι. Οὕτω δὴ καὶ τοῦ πένεσθαι· ἢ γὰρ ἐπηρεασθεὶς, ἢ συκοφαντηθεὶς, ἢ πλεονεκτηθεὶς, ἢ καταφαγὼν, ἢ ἀργίᾳ συζῶν, ἢ ἀνοίᾳ, ἢ ἑτέρῳ τινὶ τρόπῳ· πολλοὶ γὰρ τοῦ γενέσθαι πένητα τρόποι. Καὶ τίνος ἕνεκεν, φησὶν, ὁ δεῖνα πόρνας τρέφων καὶ παρασίτους καὶ κόλακας, καὶ τοῖς 50.769 ἀλλοτρίοις ἐπηρεάζων πράγμασι, καὶ τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον βίον ζῶν, καθάπερ ἐκ πηγῶν ἐπιῤῥέοντα ἔχει τὰ χρήματα· Ἕτερος ἐπιεικείᾳ καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις συζῶν ἀρεταῖς, οὐδὲ τῆς ἀναγκαίας εὐπορεῖ τροφῆς; ὅτι ὁ μέν ἐστι καλὸς καὶ τὸν ἐπίπονον τῆς ἀρετῆς αἱρεῖται βίον, ὁ δὲ κακὸς καὶ τὴν διαῤῥέουσαν καὶ διαλελυμένην ἀνεδέξατο τῆς κακίας ὁδόν; Τίνος οὖν ἕνεκεν ὁ μὲν κακὸς πλουτεῖ, πένεται δὲ ὁ ἀγαθός; Ἵνα καὶ οὗτος μείζονα λάβῃ τὸν στέφανον, ἂν ὑπομείνῃ, καὶ τὴν καρτερίαν ἐνέγκῃ, κἀκεῖνος μείζω τὴν κόλασιν καὶ τὴν τιμωρίαν, ἂν μὴ μεταβάληται, καὶ γένηται βελτίων, καὶ τὸν ∆εσπότην ἐπιγνῷ τὸν ἑαυτοῦ. Αἱ γὰρ ἀνέσεις αἱ παρὰ τοῦ Θεοῦ διδόμεναι, μένοντας κακοὺς μᾶλλον βαροῦσι· καὶ ἡ ἀφθονία ἡ παρ' αὐτοῦ τοῖς μὴ χρωμένοις εἰς δέον αὐτῇ, προσθήκη γίνεται κατηγορίας. Οὕτως οὖν αἱ θλίψεις καὶ αἱ στενοχωρίαι ἀγαθῶν, προσθήκη στεφάνων, κἂν παραπέσωσι. Ἔστι μετρία γοῦν τις συγγνώμη· οὐ γὰρ ἁπλῶς τὰ ἁμαρτήματα κρίνεται, ἀλλ' ἑτέρως ὁ πλούσιος, ἑτέρως ὁ πένης· ὁ μὲν μετὰ συγγνώμης, ὁ δὲ χωρὶς συγγνώμης. Οἷον, ἔστω κλέπτης καὶ φιλότιμος, πλούσιος καὶ πένης, ὁ μὲν εἰ καὶ ψυχρὰν, ἀλλ' ὅμως ἔχει τινὰ καταφυγὴν, τὴν ἀπὸ τῆς πενίας ἀνάγκην, ὁ δὲ οὐδὲ μίαν εὐπρόσωπον ἢ εὔλογον ἔχει καταφυγήν· ὥστε ὅσον ἐλαττοῦται ὁ πένης κατὰ τὸν παρόντα βίον, τοσοῦτον πλεονεκτεῖ κατὰ τὸν μέλ 50.770 λοντα ἐν κατορθώμασι, καὶ ὁ πλούσιος ἐν ἁμαρτήμασι. Μὴ τοίνυν νομίσῃς ἀδικεῖσθαι τὸν πένητα, μηδὲ πλέον ἔχειν τὸν πλούσιον. Καθάπερ καὶ ἐπὶ τῶν κακῶν, ὅσοιπερ ἂν ἐνταῦθα δῶσι δίκην, ἢ τὸ πᾶν ἀπενίψαντο, ἢ ἐλάττονα διδόασιν ἐκεῖ τιμωρίαν, ὡς ἐνταῦθα μεγάλων κακοπαθειῶν δίκην ὑποστάντες· οὕτω καὶ ἐπὶ τῶν ἀγαθῶν, οἱ μὲν ἐνταῦθα ἀπολαύοντες τιμῆς, καὶ μένοντες πονηροὶ, ἐφόδιον κολάσεως ἔχουσι τὴν τιμήν. Ὅρα γ' οὖν ὁ Θεὸς πῶς πανταχοῦ τοῖς κακοῖς τὰς ἐνταῦθα ὀνειδίζει τιμάς· Ἔδωκά σοι πάντα τὰ τοῦ Κυρίου σου· καὶ πάλιν τοῖς ἱερεῦσιν ἐπὶ τοῦ Ἠλὶ τὴν τιμήν· καὶ ἀλλαχοῦ, Ἔδωκα ὑμῖν ἐκ τῶν νεανίσκων ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν υἱῶν ὑμῶν εἰς ἁγιασμόν· καὶ τὰ ἐπὶ τῆς ἐρήμου πανταχοῦ προστίθησιν. Ὥστε ὅταν ἴδῃς τὸν πλουτοῦντα ἀδικοῦντα, πλεονεκτοῦντα, ἁρπάζοντα, διὰ τοῦτο μάλιστα αὐτὸν στέναξον, ἐπειδὴ πλούσιος ὢν ταῦτα ποιεῖ· μείζονα γὰρ δίδωσι τιμωρίαν. Ὅταν ἴδῃς πένητα πολλὴν τοῦ δικαίου ποιούμενον πρόνοιαν, διὰ τοῦτο μάλιστα αὐτὸν θαύμασον, ὅτι μετὰ πενίας τοιοῦτός ἐστιν. Ἂν ταῦτα ᾖ παρὰ σοὶ διηκριβωμένα, οὐδέποτε ἐπὶ τοῖς γενομένοις ταραχθήσῃ πράγμασιν, ἂν πρὸς τὰ μέλλοντα βλέπῃς, ἂν μηδὲν εἶναι νομίσῃς τὰ παρόντα, ἂν ἐκεῖνα ἐλπίσῃς ἀεὶ, ἂν τούτων σαυτὸν ἀποστήσῃς. Γένοιτο δὲ πάντων ἡμᾶς τῶν ἀγαθῶν ἐπιτυχεῖν, χάριτι Χριστοῦ. Ἀμήν.

ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ Ἢ κατὰ γαστριμαργίας.

Λόγος ςʹ. Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν, ἐπὶ τῶν προφητῶν ἦσαν πολλοὶ παρὰ Ἰουδαίοις λέγοντες. Ἀλλὰ τὸ μὲν Ἰουδαίους ταῦτα λέγειν, Ὧνὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, θαυμαστὸν οὐδέν· τὸ δὲ μετὰ τὴν χάριν, καὶ