1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

5

αὐτῶν τὰ φρονήματα, ὅτι τοιαῦτα πάσχουσιν, οὐ δακρύων ἄξια οὐδὲ θρήνων, ἀλλ' εὐχαριστίας τῆς εἰς τὸν Θεόν. Εἰ δὲ Παῦλος εὐχαριστεῖ ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς, τί πείσονται οἱ μὴ μόνον μὴ εὐχαριστοῦντες, ἀλλὰ καὶ τηκόμενοι; Ὅτι ὑπεραυξάνει ἡ πίστις ἡμῶν, καὶ πλεονάζει ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους. Καὶ πῶς ἔνι πίστιν αὐξῆσαι, φησί; Πῶς; ὅταν ὑπὲρ αὐτῆς πάσχωμέν τι δεινόν. Μέγα μὲν οὖν καὶ τὸ ἐστηρίχθαι, καὶ ὑπὸ τῶν λογισμῶν μὴ παραφέρεσθαι· ὅταν δὲ καὶ ἄνεμοι προσαράσσωσιν, ὅταν ὑετοὶ καταῤῥηγνύωνται, ὅταν αἴρηται πάντοθεν χαλεπὸς ὁ χειμὼν, ὅταν ἐπάλληλα τὰ κύματα ᾖ, εἶτα μὴ παρασαλευώμεθα, οὐδενὸς ἑτέρου τεκμήριόν ἐστιν, ἀλλ' ἢ τοῦ αὐξηθῆναι, καὶ ὑπεραυξηθῆναι, καὶ ὑψηλοτέραν γενέσθαι. Καθάπερ γὰρ ἐπὶ τοῦ κατακλυσμοῦ πάντα μὲν τὰ λιθώδη καὶ ταπεινὰ ἀπεκρύβη ταχέως, ὅσα δὲ ἦν ὑπεράνω, οὐκ ἐφικνεῖτο αὐτῶν· οὕτω καὶ ἡ πίστις ὑψηλὴ γενομένη, οὐκέτι κατασπᾶται. ∆ιὰ τοῦτο οὐκ εἶπεν, αὐξάνει, ἀλλ', Ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους. Ὁρᾷς ὅτι καὶ τοῦτο πρὸς τὰς θλίψεις συμβάλλεται, τὸ συμπεφράχθαι, τὸ ἀλλήλων ἔχεσθαι; Ἀπὸ τούτου καὶ παράκλησις ἐγίνετο πολλή. Τὴν μὲν οὖν ἀσθενῆ καὶ ἀγάπην καὶ 62.474 πίστιν θλίψεις παρασαλεύουσι, τὴν δὲ ἰσχυρὰν ἰσχυροτέραν ποιοῦσιν. Ἡ μὲν γὰρ ἐν ὀδύνῃ ψυχὴ, ὅταν ἀσθενὴς ᾖ, οὐδὲν ἂν πρόσθοιτο, ἡ δὲ ἰσχυρὰ καὶ τότε μάλιστα. Καὶ ὅρα ἀγάπην· οὐ τὸν μὲν ἠγάπων, τὸν δὲ οὒ, ἀλλ' ἴση ἦν παρὰ πάντων· τοῦτο γὰρ ᾐνίξατο τῷ εἰπεῖν, Ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους· ὅτι ἰσόῤῥοπός τίς ἐστιν, ὥσπερ ἑνὸς σώματος. Ἐπεὶ καὶ νῦν εὑρίσκομεν ἀγάπην οὖσαν παρὰ πολλοῖς, ἀλλὰ ταύτην τὴν ἀγάπην διαστάσεως αἰτίαν γινομένην. Ὅταν γὰρ κατὰ δύο καὶ τρεῖς ὦμεν συνημμένοι, καὶ οἱ μὲν δύο πρὸς ἀλλήλους σφόδρα ὦσι συνδεδεμένοι, ἢ τρεῖς ἢ τέσσαρες, τῶν δὲ λοιπῶν ἑαυτοὺς ἀφέλκωσι, τῷ πρὸς ἐκείνους ἔχειν καταφυγεῖν καὶ ἐκείνοις πάντα θαῤῥεῖν, τοῦτο διάστασις ἀγάπης ἐστὶν, οὐκ ἀγάπη. Εἰπὲ γάρ μοι· εἰ ὁ ὀφθαλμὸς τὴν πρόνοιαν, ἣν ὑπὲρ τοῦ παντὸς σώματος ἔχει, εἰς τὴν χεῖρα περιστήσειε, καὶ τῶν ἄλλων ἑαυτὸν ἀποστρέψας μελῶν, ἐκείνῃ μόνῃ προσέχοι, οὐχὶ τῷ παντὶ λυμαίνεται; Εἰκότως. Οὕτω καὶ ἡμεῖς ἂν τὴν ἀγάπην τὴν εἰς πᾶσαν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ὀφείλουσαν ἐκτείνεσθαι, εἰς ἕνα καὶ δεύτερον περιστείλωμεν, καὶ ἡμῖν αὐτοῖς κἀκείνοις καὶ τῷ παντὶ λυμαινόμεθα. Ταῦτα γὰρ οὐκ ἀγάπης ἐστὶν, ἀλλὰ διαστάσεως σχίσματα, καὶ ῥήγματα διεσπασμένα. Ἐπεὶ κἂν ἀπὸ τοῦ παντὸς ἀνθρώπου ἀποσπάσας λάβω μέρος, αὐτὸ μὲν οὖν τὸ σχίσμα ἑαυτῷ ἥνωται, καὶ ἔστι συνεχὲς καὶ συγκεκολλημένον· πλὴν καὶ οὕτω σχίσμα ἐστὶν, ἐπειδὴ τῷ λοιπῷ οὐχ ἥνωται σώματι. βʹ. Τί γὰρ ὄφελος, ὅτι τὸν δεῖνα φιλεῖς σφοδρῶς; Ἀνθρωπίνη ἐστὶν ἡ ἀγάπη· εἰ δὲ οὐκ ἔστιν ἀνθρωπίνη, ἀλλὰ διὰ τὸν Θεὸν φιλεῖς, πάντας φίλει· ὁ γὰρ Θεὸς οὕτως ἐπέταξε καὶ τοὺς ἐχθροὺς φιλεῖν. Εἰ δὲ τοὺς ἐχθροὺς ἐπέταξε φιλεῖν, πόσῳ μᾶλλον τοὺς οὐδὲν λελυπηκότας; Ἀλλὰ φιλῶ, φησίν. Ἀλλ' οὐχ οὕτω· μᾶλλον δὲ οὐδὲ φιλεῖς· ὅταν γὰρ κακηγορῇς, ὅταν φθονῇς, ὅταν ἐπιβουλεύῃς, πῶς φιλεῖς; Ἀλλ' οὐδὲν τούτων ποιῶ, φησίν. Ἀλλ' ὅταν ἀκούοντος κακῶς, μὴ ἐμφράττῃς τὸ στόμα τοῦ λέγοντος, μὴ ἀπιστῇς τοῖς λεγομένοις; μὴ καταστέλλῃς, ποίας ταῦτα φιλίας τεκμήριον; Καὶ πλεονάζει, φησὶν, ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. Ἐν γοῦν τῇ προτέρᾳ ἐπιστολῇ τὰς Ἐκκλησίας φησὶν ἁπάσας τῆς Μακεδονίας καὶ τῆς Ἀχαΐας ἐξηχεῖσθαι μαθούσας τὰ κατὰ τὴν πίστιν αὐτῶν· Ὥστε, φησὶ, μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι· αὐτοὶ γὰρ περὶ ὑμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς· ἐνταῦθα δέ φησιν, Ὥστε ὑμᾶς καυχᾶσθαι. Τί δήποτ' οὖν ἐστι τὸ εἰρημένον; Ἐκεῖ φησιν, ὅτι οὐ δέονται διδασκαλίας τῆς