6
πρῶτον ποίημα προσκυνῶν, τὸν Σατανᾶν προσκυνεῖς, καθὼς παρέστησεν ὁ λόγος. Ἐὰν δὲ σοφίσασθαι θελήσειας, ὅτι τοῦ Υἱοῦ πρότερον ποίημά ἐστιν ὁ Σατανᾶς, ἄρα πρεσβύτερον αὐτὸν φῂς τοῦ ἁγίου Πνεύματος; οὕτω γὰρ ὡρίσω, τὸν μὲν Υἱὸν ὑπὸ τοῦ Θεοῦ ἐκτί σθαι· τὸ δὲ Πνεῦμα ὑπὸ τοῦ Υἱοῦ γεγενῆσθαι διεβε βαιώσω. Ἄρ. εἶπεν· Ἡ ἀλήθειά με περιγράφει, καὶ οὐ σύ. Πλὴν ἐπειδὴ συνήγαγές με ἐν τούτῳ, κἀγώ σε περικλείσω ἐν ταῖς πολλαῖς μαρτυρίαις, ταῖς φα σκούσαις ὅτι κτίσμα ἐστὶν ὁ Υἱός. Ἀθ. εἶπε· Πρό φερε ἐκ τοῦ θησαυροῦ τὰ ἀποτεθησαυρισμένα ὑπὸ τοῦ πατρός σου. Ἄρ. εἶπεν· Ἐμὸς πατήρ ἐστιν, ὃν προσκυνῶ Θεόν· πλὴν σὺ ἀποκρίθητί μοι περὶ τοῦ, «Κύ ριος ἔκτισέ με,» τοῦ Κυρίου ὁμολογήσαντος ἑαυτὸν ἐκ τίσθαι ὑπὸ τοῦ ἰδίου Πατρός. Ἀθ. εἶπε· Τὸ ῥητὸν ἄλλην δύναμιν ἔχει πνευματικὴν ἔνδον, καὶ θεῖον θη σαυρὸν ἐναποτεθειμένον κέκτηται. Ἄρ. εἶπεν· Οὐκ ἐπὶ τοῦ ῥητοῦ μόνον ἵστημι τὴν φωνὴν τοῦ Σολομῶν τος· οὐ γὰρ ἀσύνετός εἰμι, ἀλλὰ συνίημι, ὅτι πνευ ματικὸν νόημα θεωρεῖται ἀπὸ τῶν ἐπιστημόνων. Ὅθεν 28.456 κἀγὼ οὐκ ἄμοιρος ὢν τῆς μυήσεως, οὕτω φημὶ, τὸ μὲν, «Κύριος ἔκτισέ με» κατὰ τὸ ῥητὸν, τὴν δὲ ἐν αὐ τῷ δύναμιν, μειζοτέραν ὁρῶ ἣν ἔχει, ἣν σὺ μὴ νοή σας, ἀγνοίᾳ κατεχόμενος, πλανᾶσαι, ἀνδρὸς δὲ κακοῦ ἴδιον τὸ φθονεῖν τοῖς κρείττοσιν. Ἀθ. εἶπεν· Ἃ οὖν φρονεῖς, φράσον κἀμοὶ ἀφθόνως, ὅπερ δοκεῖ σοι καλὸν φαίνεσθαι. Ἄρ. εἶπε· Τὸ γὰρ, «Κύριος ἔκτισέ με,» ἐπὶ τοῦ, «ἐγέννησέ με,» καταλαμβάνω. Ἀθ. εἶπεν· Εἰ οὖν ἐγεννήθη ὁ Υἱὸς, δηλαδὴ οὐκ ἐκτίσθη· εἰ δὲ ἐκτίσθη, οὐκ ἐγεννήθη. Ἄρ. εἶπε· Σὺ οὐ νοεῖς τὴν δύναμιν ταύτην. Ἀθ. εἶπε· Μὴ ὀκνήσῃς ἀνέχεσθαί μου, ἕως νοήσω, παρακαλῶ. Ἄρ. εἶπεν· Ἵνα μὴ πάθος νοηθείη, εἶπεν, «Ἔκτισέ με Κύριος·» ἐπὶ Θεοῦ οὖν τὸ κτίζειν τῷ γεννᾶν ταὐτόν ἐστιν. Ἀθ. εἶπεν· Εἰ οὖν ἐπὶ Θεοῦ τὸ κτίζειν καὶ γεννᾷν ταὐτόν ἐστιν, οὐκοῦν πάντα τὰ κτίσματα γεννήματα τοῦ Θεοῦ ὑπάρχουσιν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, ἄρα πάντων ἀδελφὸς τυγχάνει ὁ Κύ ριος, κατὰ σὲ, τῶν δι' αὐτοῦ γεγονότων. Ποῦ οὖν ὁ Μονογενὴς τοῦ Θεοῦ; Ἄρ. εἶπε· Τὸ μονογενὲς τάττεται ἐπὶ ἐξαιρέτῳ καὶ ἐξοχωτάτῳ καὶ μεγίστῳ πράγματι. Ἀθ. εἶπεν· Οὐ δοκεῖ σοι μέγιστος εἶναι ὁ οὐρανός; Ἄρ. εἶπε· Καὶ πάνυ. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ Υἱός ἐστι κατὰ σὲ, καὶ ἡ γῆ δὲ καὶ ἡ θάλασσα θυγα τέρες κατὰ σέ. Ἄρ. εἶπε· Μὴ γένοιτο! ἕνα ἐποίη σεν ὁ Θεὸς Υἱὸν μόνον. Ἀθ. εἶπε· ∆οκεῖ σοι πάντα τῷ αὐτῷ ὅρῳ τῆς γεννήσεως μονογενῆ τυγχάνειν, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπεν· Οὐκοῦν εἰ ἐποιήθη ὡς καὶ τὰ λοιπὰ δημιουργήματα ὁ Υἱὸς, πῶς Υἱός ἐστι τοῦ Θεοῦ; Ἄρ. εἶπε· Παρακαλῶ σε, σὺ πῶς νοεῖς τὸ, «Κύριος ἔκτισέ με;» Ἀθ. εἶπε· Πέπεισο· οὐκ ἄν σοι ἀπεκρινάμην· ἀλλὰ διὰ τοὺς ἀκροωμένους ἐρῶ. Σολομὼν, δίκαιος ὢν, καὶ σοφίας πληρωθεὶς, κατηξιώθη ἐν παραβολῇ προσημᾶναι τὴν κτίσιν τοῦ ναοῦ, τουτέστι τοῦ σώ ματος τοῦ Κυρίου Ἰησοῦ, ὡς αὐτὸς ὁ Κύριός φησι τοῖς Ἰουδαίοις· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρι σὶν ἡμέραις ἐγερῶ αὐτόν. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ,» ὥς φησιν ὁ Ἰωάννης. Ἀλλὰ μὴν καὶ Σολομὼν παῤῥησιέστερον ἔφη περὶ αὐτῶν τούτων διαλαβὼν οὕτως· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυ τῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν· ἀπ έστειλε τοὺς ἑαυτῆς δούλους συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα· «Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς μέ,» καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπε· «Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· ἀπολίπετε ἀφροσύνην, ἵνα ζήσητε.» Ἀραρότως ἡ σοφία Θεὸς Λόγος τυγχάνει, ὁ διὰ τὴν ἄῤῥητον αὐτοῦ καὶ τοῦ Πατρὸς αὐτοῦ φιλανθρω πίαν πτωχεύσας πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου 28.457 πτωχείᾳ πλουτήσωμεν, ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἐν μορφῇ δούλου γέγονεν, ἴσος δὲ ὢν τοῦ ἰδίου Πα τρὸς, ὡς δοῦλος καὶ σύνδουλος συνανεστράφη ἡμῖν, τέλειος ὢν ἐν θεότητι, καὶ τέλειος ἐν ἀνθρωπότητι. Οὗτος οὖν ὁ Λόγος καὶ Θεὸς, σοφία καὶ δύναμις πα τρικὴ ὑπάρχων, ἀσώματος ὢν,