1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

6

οὐκ εἰσακούσομαι ὑμῶν. ∆έον γὰρ σιγᾷν, καὶ μηδὲ ἀνανεύειν εἰς τὸν οὐρανὸν τὸν ἐλέου δεόμενον, ὁ παῤῥησίαν ἔχων καὶ πολλὰ φθέγγεται. Ἀλλὰ τί φησι; Κρίνατε ὀρφανῷ καὶ ταπεινῷ, καὶ δικαιώσατε χήραν, καὶ μάθετε καλὸν ποιεῖν. Οὕτω δυνησόμεθα ἀκούεσθαι, κἂν κάτω τὰς χεῖρας ἔχωμεν, κἂν μὴ φθεγγώμεθα, μηδὲ ζητῶμεν. Ταῦτα τοίνυν ζηλώσωμεν, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν.

ΟΜΙΛΙΑ Βʹ. Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ

σώσαντος ἡμᾶς, καὶ καλέ σαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφα νείας τοῦ Σωτῆρος

ἡμῶν Ἰησοῦ Χριστοῦ. αʹ. Οὐδὲν χεῖρον, ἢ ὅταν τις ἀνθρωπίνοις λογισμοῖς τὰ θεῖα κρίνῃ καὶ μετρῇ πράγματα· οὕτω γὰρ ἀπο 62.607 πεσεῖται τῆς πέτρας ἐκείνης ἐκ πολλοῦ τοῦ μέτρου, καὶ τοῦ φωτὸς ἀποστερηθήσεται. Εἰ γὰρ ὁ τὰς τοῦ ἡλίου ἀκτῖνας ἀνθρωπίνοις θέλων καταλαβεῖν ὀφθαλμοῖς, οὐ μόνον οὐ καταλήψεται οὐδὲ ἀνθέξεται τοῦ προκειμένου, ἀλλὰ καὶ ἀποπεσεῖται, καὶ μυρίαν ὑποστήσεται βλάβην· πολλῷ μᾶλλον ὁ βουλόμενος πρὸς ἐκεῖνο τὸ φῶς ἀτενὲς ἰδεῖν διὰ τῶν οἰκείων λογισμῶν, πείσεται τοῦτο, καὶ ὑβρίζει εἰς τὴν τοῦ Θεοῦ δωρεάν. Ὅρα γοῦν Μαρκίωνα καὶ Μάνην καὶ Οὐαλεντῖνον, καὶ πάντας τοὺς τὰς λοιπὰς αἱρέσεις καὶ τὰ ὀλέθρια δόγματα ἐπεισαγαγόντας τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅπως ἀνθρωπίνοις λογισμοῖς τὰ τοῦ Θεοῦ μετρήσαντες ᾐσχύνθησαν ἐπὶ τῇ οἰκονομίᾳ. Καίτοι οὐκ αἰσχύνης, ἀλλὰ πολλοῦ καυχήματος ἄξια ἂν εἴη, τὸν σταυρὸν λέγω τοῦ Χριστοῦ. Οὐδὲν γὰρ οὕτω τῆς αὐτοῦ φιλανθρωπίας τεκμήριον μέγα, οὐκ οὐρανὸς, οὐ θάλαττα, οὐ γῆ, οὐ τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγεῖν, οὐ τὰ ἄλλα πάντα, ὡς ὁ σταυρός. ∆ιὸ καὶ Παῦλος ἐπ' αὐτῷ καυχᾶται λέγων· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀλλ' οἱ ψυχικοὶ καὶμηδὲν πλέον Θεῷ νέμοντες τῶν ἀνθρώπων, καταπίπτουσι καὶ αἰσχύνονται. ∆ιὰ τοῦτο ἄνωθεν τῷ μαθητῇ παρῄνει λέγων, καὶ δι' ἐκείνου πᾶσι· Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν. Τουτέστι, μὴ αἰσχύνου ὅτι τὸν ἐσταυρωμένον κηρύσσεις, ἀλλὰ καὶ ἐναβρύνου. Αὐτὰ μὲν γὰρ καθ' ἑαυτὰ, θάνατος καὶ δεσμωτήρια καὶ δεσμὰ, αἰσχύνης ἄξια καὶ ὀνειδισμοῦ· ἀλλ' ἐάν τις τὴν αἰτίαν προσθῇ καὶ τὸ μυστήριον ἴδῃ καλῶς, πολλοῦ καυχήματος, πολλῆς σεμνότητος ἑκάτερα ὄντα εὑρήσει. Ὁ γὰρ θάνατος ἐκεῖνος τὴν οἰκουμένην ἀπολλυμένην ἔσωσεν, ὁ θάνατος ἐκεῖνος τῇ γῇ συνῆψε τὸν οὐρανὸν, ὁ θάνατος ἐκεῖνος τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε, τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε καὶ Θεοῦ υἱούς· ὁ θάνατος ἐκεῖνος τὴν ἡμετέραν φύσιν ἀνήγαγεν εἰς τὸν θρόνον τὸν βασιλικόν· τὰ δεσμὰ ταῦτα πολλοὺς ἐπέτρεψε. Μὴ οὖν ἐπαισχυνθῇς, φησὶ, τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ. Τουτέστι, κἂν αὐτὸς ταῦτα πάθῃς, μὴ αἰσχυνθῇς. Ὅτι γὰρ τοῦτο ᾐνίξατο, καὶ διὰ τῶν ἀνωτέρω εἰρημένων δῆλον, διὰ τοῦ εἰπεῖν, Ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ· καὶ διὰ τῶν μετὰ ταῦτα πάλιν. Ἀλλὰ συγκακοπάθησον, φησί· τουτέστι, μὴ ἁπλῶς μὴ ἐπαισχυνθῇς, ἀλλὰ τῇ πείρᾳ μὴ ἐπαισχυνθῇς. Καὶ οὐκ εἶπε, Μὴ φοβηθῇς μηδὲ δείσῃς, ἀλλὰ μᾶλλον αὐτὸν