7
μιάσματι τοῖς δευτέροις τὰ πρότερα ἀποκρύψαι φιλονεικῶν. Τάχα μέ τις οἴεταί τι περὶ τῆς ταφῆς ἐρεῖν, καὶ ὅτι μετὰ τὴν σφαγὴν οὐδὲ βραχείας τῷ φονευθέντι μετέδωκε γῆς. Ἐγὼ δέ τι τούτου τολμηρότερον ἕτερον ἐρῶ. Τὰς γὰρ ἀνόμους χεῖρας ἐκείνας τοιούτῳ μολύνας αἵματι καὶ τὴν καινὴν ἐργασάμενος τραγῳδίαν ὡς οὐδὲν ὅλως τετολμηκὼς ὁ ἀναιδὴς καὶ πετρῶν αὐτῶν σκληρότερος πρὸς τὴν ἐκκλησίαν ἠπείγετο τοῦ Θεοῦ.
28 Καὶ ἴσως τινὲς θαυμάζουσι πῶς οὐκ ἐπλήγη θεηλάτῳ πληγῇ τοιαῦτα τολμῶν ἢ πῶς οὐκ ἀπαφῆκεν αὐτῷ σκηπτὸν ἄνωθεν ὁ Θεὸς καὶ πρὸ τῆς εἰσόδον τὴν ἀναίσχυντον ὄψον κατέφλεξε τῷ κεραυνῷ. Ἐγὼ δὲ εἴ τινες ἔλαβον τοῦτον τὸν λογισμὸν ἐπαινῶ μὲν αὐτοὺς καὶ θαυμάζω τῆς πυρώσεως λείπειν δὲ αὐτῶν οὐ μικρὸν τῷ θαύματι τούτῳ καὶ τοῖς ἐπαίνοις φημί, ∆ικαίαν μὲν γὰρ τὴν ἀγανάκτησιν ἔσχον ὑπέρ τε τοῦ οὐκ ἐν δίκῃ κατακοπέντος παιδὸς ὑπέρ τε τῶν τοῦ Θεοῦ νόμων οὕτως ὑβρισθέντων ἰταμῶς, ἀλλὰ τῷ θυμῷ ζέοντες οὐ συνεῖδον ὅσον ἰδεῖν ἐχρῆν. Τοῦ γὰρ δικαίου τούτου νόμος ἕτερος ἀνώτερος πολλῷ κεῖται ἐν τοῖς οὐρανοῖς.
29 Τίς οὖν ὁ νόμος; Τοῖς ἡμαρτηκόσι μὴ κατὰ πόδας τὴν τιμωρίαν ἐπάγειν, ἀλλ' ἐνδιδόναι τῷ πεπλημμεληκότι χρόνους καὶ προθεσμίαν τὸ πλημμεληθὲν ἀποδύσασθαι, καὶ διὰ τῆς μετανοίας ἐξισωθῆναι τοῖς οὐδὲν εἰργασμένοις δεινόν· ὅπερ καὶ τότε ἐνεδείξατο εἰς τὸν δείλαιον ἐκεῖνον ὁ Θεός. Ἐγίνετο δὲ πλέον οὐδὲν ἀλλ' ἔμενεν ἀδιόρθωτος. Ὁ δὲ φιλάνθρωπος καὶ τοῦτο προειδὼς οὐδὲ οὕτως ὑπερεῖδεν αὐτὸν οὐδὲ ἐνέλιπε τὰ παρ' αὐτοῦ ποιῶν ἀλλ' αὐτὸς μὲν καὶ ἐπεσκόπησε κάμνοντα καὶ τὰ πρὸς ὑγίειαν ἔπραξεν, ἐκεῖνος δὲ οὐκ ἠθέλησε τὸ φάρμακον δέξασθαι ἀλλὰ καὶ τὸν ἐπὶ τούτῳ πεμφθέντα συνέκοψεν ἰατρόν. Τὸ δὲ φάρμακον καὶ ὁ τῆς ἰατρείας τρόπος τοιοῦτος ἦν.
30 Ἔτυχε κατὰ τὸν καιρὸν ἐκεῖνον καθ' ὃν τὸ ἀπηνὲς τοῦτο δρᾶμα ἐτολμᾶτο καὶ ἐλεεινὸν ἄνδρα τινὰ μέγαν καὶ θαυμαστὸν- εἴ γε δεῖ αὐτὸν ἄνδρα καλεῖν-τῆς ποίμνης ἐπιμελεῖσθαι τῆς παρ' ἡμῖν· Βαβύλας ἦν ὄνομα αὐτῷ. Οὗτος τότε τοῦ Χριστοῦ τὴν ἐκκλησίαν τὴν ἐνθάδε ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος ἐγχειρισθεὶς τὸν Ἠλίαν καὶ τὸν τούτου ζηλωτὴν τὸν Ἰωάννην παρήλασε μὲν οὐκ ἂν εἴποιμι μὴ καὶ λίαν φορτικὸν τὸ λεγόμενον ᾖ, ἔφθασε δὲ οὕτως ὡς μηδὲ τὸ τυχὸν ἀπολειφθῆναι τῆς ἐλευθερίας τῶν γενναίων ἐκείνων ἀνδρῶν. Οὐ γὰρ τετράρχην πόλεων ὀλίγων οὐδὲ ἑνὸς ἔθνους βασιλέα ἀλλὰ τὸν τὸ πλεῖστον μέρος τῆς οἰκουμένης ἁπάσης κατέχοντα αὐτὸν δὴ τοῦτον τὸν ἀνδροφόνον καὶ πολλὰ μὲν ἔθνη πολλὰς δὲ πόλεις καὶ στρατιὰν ἄπειρον κεκτημένον καὶ πάντοθεν ὄντα φοβερὸν ἀπό τε τῆς τῶν τρόπων θρασύτητος ὡς ἀνδράποδον εὐτελὲς καὶ οὐδενὸς ἄξιον οὕτω τῆς ἐκκλησίας ἐξέβαλε μετὰ τοσαύτης ἀταραξίας καὶ ἀφοβίας μεθ' ὅσης ἂν ποιμὴν πρόβατον φώρας ἐμπεπλησμένον καὶ νενοσηκὸς τῆς ποίμνης ἀπείρξειε κωλύων εἰς τὰ λοιπὰ διαβῆναι τὴν νόσον τοῦ κάμνοντος.
31 Καὶ ταῦτα ἔπραττεν ἔργῳ τὸν τοῦ Σωτῆρος λόγον βεβαιῶν ὅτι μόνος "δοῦλός ἐστιν ὁ τὴν ἁμαρτίαν ποιῶν," κἂν μυρίους ἐπὶ τῆς κεφαλῆς ἔχῃ στεφάνους, κἂν ἁπάντων δοκῇ τῶν ἐπὶ τῆς γῆς ἀνθρώπων κρατεῖν, ὁ δὲ οὐδὲν ἑαυτῷ συνειδὼς πονηρὸν κἂν ἐν τῇ τῶν ὑπηκόων καταλέγηται τάξει πάντων ἐστὶ βασιλέων βασιλικώτερος. Αὐτίκα γοῦν τὸν ἄρχοντα διέταττεν ὁ ἀρχόμενος καὶ τῷ κρατοῦντι πάντων ἔκρινεν ὁ ὑπήκοος καὶ τὴν καταδικάζουσαν αὐτὸν ψῆφον ἔφερε. Σὺ δὲ ταῦτα ἀκούων μὴ παρέλθῃς τὸ λεχθέν. Ἱκανὸν μὲν γὰρ καὶ αὐτὸ καθ' ἑαυτὸ τοῦτο ἀπαγγελθὲν ὅτι τὸν βασιλέα τῶν τῆς ἐκκλησίας προθύρων ἐξήλασε τῶν ὑπὸ τὴν ἀρχὴν ὄντων τις τὴν αὐτοῦ διαναστῆσαι καὶ ἐκπλῆξαι τὰς τῶν ἀκουόντων ψυχάς.
32 Εἰ δὲ βούλει τὸ θαῦμα ἅπαν καταμαθεῖν ἀκριβῶς μὴ ψιλῷ τῷ ῥήματι πρόσεχε ἀλλ' ὑπόγραψον τοὺς δορυφόρους, τοὺς ὑπασπιστάς, τοὺς στρατηγούς, τοὺς ἄρχοντας-τοὺς ἐν ταῖς βασιλικαῖς αὐλαῖς στρεφομένους, τοὺς ἐπὶ τῶν πόλεων