7
ἀπόδειξις τῆς δυνάμεως; Οὐ γὰρ μόνον μετέστησε τὸν πολέμιον, καὶ ἀρχηγὸν τῆς μάχης ὑμῶν· καίτοι εἰ καὶ τοῦτο μόνον ἐποίησε, μεγίστης δυνάμεως ἦν τὸ τὸν ἐχθρὸν καὶ πολέμιον λαβεῖν αἰχμάλωτον· νῦν δὲ οὐχὶ τοῦτο μόνον εἰργάσατο, ἀλλὰ καὶ τούτου πολλῷ μεῖζον. Οὐ γὰρ μόνον μετέστησεν, ἀλλ' οὕτως οἰκεῖον ἐποίησεν, οὕτως ἐπεσπάσατο πρὸς τὴν εὔνοιαν τὴν ἑαυτοῦ, ὡς καὶ αὐτῷ πάντα τῆς Ἐκκλησίας τὰ πράγματα ἐγχειρίσαι. Σκεῦος γὰρ, φησὶν, ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν 51.122 καὶ βασιλέων, καὶ πλείονα τῶν ἀποστόλων πεῖσαι καμεῖν ὑπὲρ τῆς Ἐκκλησίας τῆς πρότερον ὑπ' αὐτοῦ πολεμουμένης. ςʹ. Βούλει μαθεῖν πῶς αὐτὸν μετέστησε; πῶς αὐτὸν ᾠκειώσατο; πῶς αὐτὸν ἐπεσπάσατο; πῶς εἰς τοὺς πρώτους τῶν φίλων κατέλεξεν; Οὐδενὶ τῶν ἀνθρώπων τοσαῦτα ἐθάῤῥησεν εἰπεῖν ἀπόῤῥητα, ὅσα τῷ Παύλῳ. Καὶ πόθεν τοῦτο δῆλον; Ἤκουσα ἄῤῥητα ῥήματα, φησὶν, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Εἶδες, ὁ ἐχθρὸς, ὁ πολέμιος πόσην εὔνοιαν ἐπεδείξατο; ∆ιὰ τοῦτο ἀναγκαῖον καὶ τὸν πρότερον βίον αὐτοῦ εἰπεῖν· καὶ γὰρ τὴν τοῦ Θεοῦ δείκνυσιν ἡμῖν φιλανθρωπίαν καὶ δύναμιν· φιλανθρωπίαν μὲν, ὅτι ἐβουλήθη τὸν τοσαῦτα κακὰ ἐργασάμενον σῶσαι, καὶ πρὸς ἑαυτὸν ἐπισπάσασθαι· δύναμιν δὲ, ὅτι βουληθεὶς ἴσχυσε. Καὶ τὴν Παύλου δὲ τοῦτο δείκνυσι ψυχὴν, ὅτι οὐδὲν πρὸς φιλονεικίαν ἐποίει, οὐδὲ ἀνθρωπίνῃ προκατειλημμένος δόξῃ, καθάπερ οἱ Ἰουδαῖοι· ἀλλὰ ζήλῳ πεπυρωμένος, οὐκ ὀρθῷ μὲν, ζήλῳ δὲ ὅμως· ὅπερ καὶ αὐτὸς ἐβόα λέγων, ὅτι ∆ιὰ τοῦτο ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἐκπληττόμενος ἔλεγεν· Ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν δὲ τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον· καὶ ἀλλαχοῦ πάλιν ἔλεγεν, ὅτι Τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ μάλιστα ἔδειξεν εἰς ἡμᾶς τοὺς πιστεύοντας. Εἶδες πῶς καὶ τὴν φιλανθρωπίαν ἔδειξε τοῦ Θεοῦ, καὶ τὴν δύναμιν, καὶ τὸ τῆς ἑαυτοῦ γνώμης ἀδέκαστον ὁ πρότερος Παύλου βίος; Τοῦτο γοῦν Γαλάταις γράφων εἰς ἀπόδειξιν παρήγαγε, τοῦ μὴ δι' ἀνθρώπους μεταβαλέσθαι, ἀλλὰ θείᾳ μετενενῆχθαι δυνάμει. Εἰ γὰρ ἀνθρώποις, φησὶν, ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Καὶ πόθεν δῆλον ὅτι οὐκ ἀνθρώποις ἀρέσκων, πρὸς τὸ κήρυγμα μετέστης; Ἠκούσατε, φησὶ, τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Οὐκ ἂν δὲ, εἰ ἀνθρώποις ἀρέσκειν ἤθελε, μετέθετο πρὸς τὴν πίστιν. ∆ιὰ τί; Ἐτιμᾶτο παρὰ Ἰουδαίοις, καὶ ἀδείας ἀπήλαυε πολλῆς, καὶ προεδρίας ἠξιοῦτο· οὐκ ἂν οὖν πρὸς ἐπικίνδυνον μετέστη βίον τὸν τῶν ἀποστόλων, τὸν δυσφημίας γέμοντα, τὸν συμφορῶν ἐμπεπλησμένον· ὥστε αὐτὴν (sic) ἀθρόᾳ μεταβολῇ καὶ μεταστάσει, καὶ τὸ καταλιπεῖν μὲν τὴν παρὰ Ἰουδαίοις τιμὴν καὶ τὸν ἀπόλεμον βίον, ἀνταλλάξασθαι δὲ τὴν τῶν ἀποστόλων ζωὴν, τὴν μυρίους ἔχουσαν θανάτους, μεγίστη γέγονεν ἀπόδειξις τοῦ μὴ δι' ἀνθρωπίνην τινὰ πρόφασιν μετατεθῆναι τὸν Παῦλον. ∆ιὰ τοῦτο καὶ ἡμεῖς ἐβουλήθημεν τὸν πρότερον αὐτοῦ βίον εἰς μέσον ἀγαγεῖν, καὶ δεῖξαι τὸν πεπυρωμένον ζῆλον τὸν κατὰ τῆς Ἐκκλησίας, ἵν', ὅταν ἴδῃς τὴν πολλὴν προθυμίαν τὴν ὑπὲρ τῆς Ἐκκλησίας, θαυμάσῃς τὸν ποιοῦντα πάντα καὶ μετασκευάζοντα Θεόν. ∆ιὰ τοῦτο καὶ ὁ μαθητὴς ὁ Παύλου τὰ πρότερα ἡμῖν μετ' ἀκριβείας διηγήσατο, καὶ πολλῆς ἐμφάσεως, οὕτως εἰπών· Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς 51.123 τοῦ Κυρίου. Ἐβουλόμην μὲν οὖν καὶ αὐτὸς ἄρξασθαι τοῦ προοιμίου σήμερον, ἐβουλόμην ἐμβαλεῖν εἰς τὴν ἀρχὴν τοῦ διηγήματος, ἀλλ' ὁρῶ πέλαγος νοημάτων ἀπὸ τοῦ ὀνόματος μόνον. Ἐννόησον γὰρ ὅσον εὐθέως ἡμῖν κινεῖ ζήτημα, τὸ, Σαῦλος, τοῦτο· ἐν γὰρ ταῖς Ἐπιστολαῖς ἕτερον ὄνομα ὁρῶ κείμενον· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος· Παῦλος καὶ Σωσθένης· Παῦλος