1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

7

μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. Ἕως οὖν τὸ σήμερον λέγεται, μὴ ἀπογινώσκωμεν, ἀλλὰ χρηστὰς εἰς τὸν ∆εσπότην ἔχοντες τὰς ἐλπίδας, καὶ τὸ πέλαγος αὐτοῦ τῆς φιλανθρωπίας ἐννοοῦντες, πᾶν πονηρὸν ἀποτιναξάμενοι συνειδὸς, μετὰ πολλῆς τῆς προθυμίας, καὶ τῆς ἐλπίδος ἐπιλαβώμεθα τῆς ἀρετῆς, καὶ τὴν μετάνοιαν μεθ' ὑπερβολῆς ἐπιδειξώμεθα πάσης, ἵνα πάντα ἐνταῦθα ἀποθέμενοι τὰ ἁμαρτήματα, μετὰ παῤῥησίας δυνηθῶμεν στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, καὶ τῆς βασιλείας τυχεῖν τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

49.283 ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ, Καὶ εἰς τὴν σκυθρωπότητα βασιλέως Ἀχαὰβ, καὶ εἰς Ἰωνᾶν τὸν προφήτην.

Ὁμιλία βʹ. αʹ. Εἴδετε τῇ προτέρᾳ κυριακῇ πόλεμον καὶ νίκην, πόλεμον μὲν τοῦ διαβόλου, νίκην δὲ τοῦ Χριστοῦ; εἴδετε πῶς μετάνοια ἐνεκωμιάζετο, καὶ ὁ διάβολος τὴν πληγὴν οὐκ ἐβάστασεν, ἀλλ' ἐφοβήθη καὶ ἔφριξε; 49.284 Τί δέδοικας, ὦ διάβολε, μετανοίας ἐγκωμιαζομένης; τί ὀδύρῃ, τί φρίττεις; Ναὶ, φησὶ, δικαίως ὀδύρομαι καὶ θλίβομαι· μεγάλα μου σκεύη ἥρπασεν ἡ μετάνοια αὕτη. Ποῖα ταῦτα; Τὴν πόρνην, τὸν τελώνην, τὸν λῃστὴν, τὸν βλάσφημον. Καὶ γὰρ ἀληθῶς πολλὰ 49.285 σκεύη αὐτοῦ ἥρπασεν ἡ μετάνοια, καὶ αὐτὴν τὴν ἀκρόπολιν αὐτοῦ καθεῖλε, καὶ καιρίαν ἔχει τὴν πληγὴν τῆς μετανοίας. Εἴσῃ, ἀγαπητὲ, ἀφ' ὧν ἡ πεῖρα πρώην ἔδειξε. Τίνος οὖν ἕνεκεν ὁμιλίας τοιαύτης οὐκ ἀπολαύομεν, καὶ ἐφ' ἑκάστης εἰς τὴν ἐκκλησίαν ἀπαντῶμεν, τὴν μετάνοιαν ἀσπαζόμενοι; Κἂν ἁμαρτωλὸς ᾖς, εἴσελθε εἰς τὴν ἐκκλησίαν, ἵνα λέγῃς τὰς ἁμαρτίας σου· κἂν δίκαιος ᾖς, εἴσελθε, ἵνα μὴ ἐκπέσῃς τῆς δικαιοσύνης· λιμὴν γὰρ ἀμφοτέροις ἐστὶν ἡ ἐκκλησία. Ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς, ἀλλ' εἴσελθε μετάνοιαν προβαλλόμενος. Ἥμαρτες; εἰπὲ τῷ Θεῷ ὅτι, Ἡμάρτηκα. Ποῖος κάματος οὗτος; ποία περίοδος; ποία θλῖψις; ποία στενοχωρία λόγον εἰπεῖν ὅτι, Ἥμαρτον; Μὴ γὰρ σὺ, σαυτὸν ἐὰν μὴ εἴπῃς ἁμαρτωλὸν, οὐκ ἔχεις κατήγορον τὸν διάβολον; Πρόλαβε, καὶ ἅρπασον αὐτοῦ τὸ ἀξίωμα· ἐκείνου γὰρ ἀξίωμα τὸ κατηγορεῖν. Τί οὖν οὐ προλαμβάνεις αὐτὸν, καὶ λέγεις τὴν ἁμαρτίαν, καὶ ἐξαλείφεις τὸ ἁμάρτημα, εἰδὼς ὅτι τοιοῦτον κατήγορον ἔχεις σιγῆσαι μὴ δυνάμενον; Ἥμαρτες; εἴσελθε εἰς τὴν ἐκκλησίαν, εἰπὲ τῷ Θεῷ ὅτι, Ἥμαρτον. Οὐδέν σε ἄλλο ἀπαιτῶ, ἢ τοῦτο μόνον. Ἡ γὰρ θεία Γραφή φησι· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς· εἰπὲ τὴν ἁμαρτίαν, ἵνα λύσῃς τὴν ἁμαρτίαν. Οὐκ ἔστιν ἐν τούτῳ κάματος, οὐδὲ περίοδος λόγων, οὔτε χρημάτων δαπάνη, οὔτε ἄλλο τι τοιοῦτον οὐδέν· λόγον εἰπὸν, εὐγνωμόνησον ἐπὶ τῇ ἁμαρτίᾳ, καὶ εἰπὲ ὅτι, Ἡμάρτηκα. Καὶ πόθεν τοῦτο, φησὶν, ὅτι ἐὰν εἴπω τὴν ἁμαρτίαν πρῶτος, λύω τὴν ἁμαρτίαν; Ἔχω ἐν τῇ Γραφῇ καὶ τὸν εἰπόντα καὶ λύσαντα, καὶ τὸν μὴ εἰπόντα καὶ κατακριθέντα. Κάϊν ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ τῷ φθόνῳ κατεχόμενος, ὡς τῷ φθόνῳ φόνον ἐπακολουθῆσαι· καὶ γὰρ λαβὼν αὐτὸν εἰς τὸ πεδίον ἀνεῖλε. Καὶ τί φησι πρὸς αὐτὸν ὁ Θεός; Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Ὁ ἐπιστάμενος τὰ πάντα ἐρωτᾷ, οὐκ ἀγνοῶν, ἀλλ' εἰς μετάνοιαν ἕλκων τὸν φονεύσαντα. Ὅτι γὰρ οὐκ ἀγνοῶν ἠρώτα, ἔδειξε· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Ὁ δὲ εἶπεν, Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; Ἔστω, οὐκ εἶ φύλαξ· διὰ τί καὶ ἀναιρετής; οὐκ ἐφύλαττες· διὰ τί καὶ ἀπέκτεινες; Ὅμως ὁμολογεῖς ταῦτα; Αἴτιος εἶ καὶ τῆς φυλακῆς. Τί οὖν ὁ Θεὸς πρὸς αὐτόν; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ