1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

36

ἡ διὰ λόγου προφητεία· ἡ μὲν διὰ πραγμάτων, ἡ δὲ διὰ ῥημάτων. Εἴπω σοι διὰ πράγματος προφητείαν καὶ διὰ ῥήματος εἰς αὐτόν; Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτόν. Τοῦτο διὰ ῥήματος προφητεία. Ὅτε γὰρ τὸν Ἰσαὰκ ἀνήνεγκεν ὁ Ἀβραὰμ,τότε πρόβατον ἰδὼν ἐκκρεμάμενον ἐκ τῶν κεράτων, πρὸς τὴν θυσίαν ἤγαγεν ἔργῳ, καθάπερ ἐν τύπῳ προαναφωνῶν ἡμῖν τὸ σωτήριον πάθος. εʹ. Ὅπερ οὖν ἔλεγον, βούλει σοι δείξω τὰς δύο διαθήκας ταύτας διὰ τῶν ἔργων; Ὥσπερ εἶδες τὸ πρόβατον ἐν τῷ ῥήματι, μάνθανε καὶ ἐν τῷ πράγματι. Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι. Καλῶς εἶπε, Θέλοντες εἶναι· οὐ γὰρ ἦσαν· εἰ γὰρ ἦσαν ὑπὸ νόμον, οὐκ ἂν ἦσαν ὑπὸ νόμον. Τάχα αἴνιγμά ἐστι τὸ λεγόμενον. Ὁ γὰρ νόμος τῷ Χριστῷ παρέπεμπε τοὺς προσέχοντας· ὁ τὸν διδάσκαλον ἀτιμάζων, ἀγνοεῖ καὶ τὸν παιδαγωγόν. ∆ιὸ, φησὶ, Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε, ὅτι ὁ Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας, ἅτινά ἐστιν ἀλληγορούμενα. Εἶδες διὰ τοῦ 49.321 πράγματος προφητείαν; Τὸ γὰρ γυναῖκας ἔχειν οὐ ῥῆμα, ἀλλὰ πρᾶγμα· καὶ δούλην καὶ ἐλευθέραν ἔδειξά σοι διὰ τῶν ῥημάτων, ὅτι δύο διαθηκῶν εἷς ἐστι νομοθέτης· μάνθανε καὶ διὰ τῶν τύπων τὸ αὐτὸ τοῦτο. Ἀβραὰμ δύο γυναῖκας ἔσχεν· αὗται δέ εἰσι δύο διαθῆκαι, καὶ εἷς νομοθέτης· ὥσπερ ἐκεῖ πρόβατον καὶ πρόβατον, τὸ μὲν ἐν ῥήματι, τὸ δὲ ἐν πράγματι, πολλὴ δὲ καὶ τῶν ἔργων καὶ τῶν λόγων ἡ συμφωνία· οὕτω καὶ ἐνταῦθα διαθῆκαι δύο, καὶ ταύτας ὁ μὲν Ἱερεμίας διὰ ῥήματος προεῖπεν, ὁ δὲ Ἀβραὰμ διὰ τῶν ἔργων ἐτύπωσεν ἐν τῷ δύο γυναῖκας ἔχειν. Ὥσπερ γὰρ εἷς ἀνὴρ καὶ δύο γυναῖκες, οὕτως εἷς νομοθέτης καὶ δύο διαθῆκαι. Ἀλλ' ὅπερ ἔλεγον, καὶ δι' ὃ πάντα ταῦτα κεκίνηται· οὐδὲ γὰρ χρὴ τῆς ὑποθέσεως ἐκπεσεῖν· Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ναί· ἀλλὰ, δι' ὃ ταῦτα πάντα ἐκινήσαμεν, τίνος ἕνεκεν αὐτοῖς παλαιὸν ἀναγινώσκει νόμον; λέγει γὰρ αὐτοῖς· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις. Συνεῖδεν ὅτι δύσκολόν ἐστι τὸ ἐπίταγμα, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τῶν ἀκουόντων. Πολλὰ γὰρ καὶ φύσει εὔκολα ὄντα δυσκατόρθωτα γίνεται, ὅταν ῥᾳθυμῶμεν· ὥσπερ οὖν καὶ δύσκολα ὄντα, κοῦφα καὶ ῥᾷστα γίνεται σπουδαζόντων ἡμῶν. Οὐ γὰρ ἐν τῇ φύσει τῶν πραγμάτων ἡ δυσκολία, ἀλλ' ἐν τῇ προαιρέσει τῶν μετιόντων. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς δῆλον ἐντεῦθεν· τὸ μέλι φύσιν ἔχει γλυκεῖαν καὶ ἡδίστην, ἀλλὰ τοῖς νοσοῦσι καὶ πικρόν ἐστι καὶ ἀηδὲς, ἀλλ' οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀῤῥωστίαν ἐκείνων· οὕτω καὶ ὁ νόμος ἂν δοκῇ φορτικὸς εἶναι, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν. Οὐ πολύς μοι πόνος δεῖξαι εὔκολον ὄντα, ἵνα κατορθωθῇ· τὸ γὰρ δύσκολον αὐτὸν ποιοῦν τὸ ἕτερον ἦν εἰπεῖν. Νῦν μὲν γὰρ λέγει, Φύγε τὴν ὄψιν τῆς γυναικὸς, ἀπόστηθι τῆς ἀσελγείας· τὸ δὲ χαλεπὸν τὸ ἐναντίον ἦν εἰπεῖν· Καταμάνθανε τὰς γυναῖκας, περιεργάζου τὰ κάλλη τὰ ἀλλότρια, καὶ οὕτω τῆς ἐπιθυμίας κράτει. Τοῦτο δὴ δύσκολον ἦν· τὸ δὲ εἰπεῖν αὐτὸν, Φύγε τὴν κάμινον, ἀπόστηθι τοῦ πυρὸς, μὴ προσεγγίσῃς τῇ φλογὶ, ἵνα μείνῃς ἀσινὴς, πολλὴν ἔχει τὴν εὐκολίαν· κατὰ φύσιν γάρ ἐστι τὸ ἐπίταγμα. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις. Τίνος οὖν ἕνεκεν ἡμᾶς ὑπομιμνήσκει τοῦ παλαιοῦ νόμου, ἕτερον μέλλων εἰσάγειν; Ἵνα ἀπὸ τῆς συγκρίσεως μάθῃς, ὅτι οὐκ ἔστι μάχη τούτου κἀκείνου· ὅταν γὰρ σύγκρισις ᾖ, τότε φανερωτέρα ἡ κρίσις γίνεται. Ἐπειδὴ γὰρ ἔμελλον ἐγκαλεῖν τινες, ὅτι ἀντινομοθετῶν ταῦτα λέγει· Ἰδοὺ, φησὶν, ἑκατέρους παράλληλα τίθεμαι τοὺς νόμους· δοκίμασον καὶ μάθε τὴν συμφωνίαν· οὐ τούτου δὲ μόνον, ἀλλ' ἵνα δείξῃ καὶ εὔκολον ὄντα, καὶ εὐκαίρως εἰσαγόμενον. ∆ιὰ τοῦτό φησιν, Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· τοσοῦτον χρόνον ἐμελετήσατε τὸν παλαιὸν νόμον. Ὥσπερ διδάσκαλος