7
γάρ ἐστι τὸ, Μεθ' ἡμῶν)· συνάπτων αὐτοὺς ἐν τοῖς στεφάνοις, τοῖς τὰ μυρία κατωρθωκόσι καὶ μείζονα. Εἶτα καὶ τὸν καιρὸν προστίθησι, καὶ διὰ τῆς ὑπογραφῆς ἐπανάγει τὰς διανοίας αὐτῶν, μονονουχὶ ἀνοίγων τῷ ῥήματι τοὺς οὐρανοὺς ἤδη, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν παριστὰς, καὶ περιτίθησιν αὐτῷ τὴν στρατιὰν τὴν ἀγγελικὴν, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τῶν μετ' αὐτοῦ πλατυτέραν τὴν εἰκόνα ποιῶν, ὥστε αὐτοὺς ἀναπνεῦσαι μικρόν. Καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν, φησὶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογὸς, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ οἱ τῷ Εὐαγγελίῳ μὴ ὑπακούοντες διδόασι τιμωρίαν, οἱ καὶ μετὰ τοῦ μὴ ὑπακοῦσαι θλίβοντες ὑμᾶς, τί οὐ πείσονται; Θέα δέ μοι σύνεσιν· οὐκ εἶπεν ἐνταῦθα, τοῖς θλίβουσιν ὑμᾶς, ἀλλὰ, Τοῖς μὴ ὑπακούουσιν. Ὥστε εἰ καὶ μὴ δι' ὑμᾶς, δι' ἑαυτὸν ἀνάγκη, φησὶ, τιμωρήσασθαι αὐτούς. Τοῦτο μὲν οὖν ὑπὲρ πληροφορίας εἴρηται, ὅτι πάντως αὐτοὺς κολασθῆναι δεῖ· τὸ δὲ πρότερον ὑπὲρ τοῦ καὶ αὐτοὺς τετιμῆσθαι. Τὸ μὲν οὖν πιστεῦσαι ἡ ὑπὲρ τῆς τιμωρίας πληροφορία ποιεῖ· τὸ δὲ ἡσθῆναι, ὅτι ὑπὲρ τῶν εἰς αὐτοὺς γεγενημένων ταῦτα πάσχουσι. Ταῦτα εἴρηται μὲν πρὸς ἐκείνους. ἁρμόζει δὲ καὶ ἡμῖν. Ὅταν οὖν ἐν θλίψεσιν ὦμεν, ταῦτα λογιζώμεθα. Μὴ τῇ ἑτέρων τιμωρίᾳ χαίρωμεν ὡς ἐκδικούμενοι, ἀλλ' ὡς αὐτοὶ τοιαύτης ἀπαλλαττόμενοι κολάσεως καὶ τιμωρίας. Τί γὰρ ἡμῖν ὄφελος, ὅταν ἕτεροι κολασθῶσι; Μὴ ἔχωμεν, παρακαλῶ, τοιαύτας ψυχὰς, ἀπὸ τῆς βασιλείας προτρεπώμεθα πρὸς ἀρετήν. Ὁ μὲν γὰρ σφόδρα ἐνάρετος οὔτε ἀπὸ φόβου, οὔτε ἀπὸ βασιλείας ἐνάγεται, ἀλλὰ δι' αὐτὸν τὸν Χριστόν· καθάπερ Παῦλος ἐποίει. Πλὴν ἡμεῖς ἐννοῶμεν τὰ ἐν τῇ βασιλείᾳ ἀγαθὰ, τὰ ἐν τῇ γεέννῃ κακὰ, καὶ κἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν καὶ παιδαγωγῶμεν, οὕτως ἑαυτοὺς ἐνάγωμεν πρὸς τὰ πρακτέα. Ὅταν ἴδῃς τι χρηστὸν καὶ μέγα ἐν τῷ παρόντι βίῳ, ἐννόησον τὴν βασιλείαν, καὶ οὐδὲν αὐτὸ νομίσεις· ὅταν φοβερὸν, ἐννόησον τὴν γέενναν, καὶ καταγελάσεις· ὅταν ὑπὸ ἐπιθυμίας κατέχῃ σωματικῆς, λογίζου τὸ πῦρ, λογίζου καὶ αὐτῆς τῆς ἁμαρτίας τὴν ἡδονὴν, ὅτι οὐδενός ἐστιν ἀξία, ὅτι οὐδὲ ἔχει ἡδονήν. Εἰ γὰρ ὁ τῶν ἐνταῦθα κειμένων νόμων φόβος τοσαύτην ἔχει τὴν ἰσχὺν, ὡς καὶ ἀπάγειν ἡμᾶς τῶν πονηρῶν πράξεων, πολλῷ μᾶλλον ἡ μνήμη τῶν μελλόντων, ἡ τιμωρία ἡ ἀθάνατος, ἡ κόλασις ἡ ἀΐδιος· εἰ ὁ τοῦ βασιλέως φόβος τοῦ ἐπὶ γῆς τοσούτων ἡμᾶς ἀπάγῃ κακῶν, πόσῳ μᾶλλον ὁ τοῦ αἰωνίου βασιλέως; Πόθεν οὖν δυνάμεθα τὸν φόβον ἔχειν διηνεκῶς; Ἂν συνεχῶς τῶν Γραφῶν ἐπακούωμεν. Εἰ γὰρ νεκρὸς ὁρώμενος μόνον οὕτως ἡμῶν συστέλλει τὴν διάνοιαν, πόσῳ μᾶλλον ἡ γέεννα καὶ τὸ πῦρ τὸ ἄσβεστον; πόσῳ μᾶλλον ὁ σκώληξ ὁ ἀτελεύτητος; Ἂν τὴν γέενναν ἀεὶ ἀναλογιζώμεθα, οὐ ταχέως εἰς αὐτὴν ἐμπεσούμεθα. ∆ιὰ τοῦτο ἠπείλησε κόλασιν ὁ Θεός· ὡς εἰ μὴ εἶχέ τι μέγα κέρδος τὸ λογίζεσθαι, οὐκ ἂν αὐτὴν ἠπείλησεν ἤδη ὁ Θεός· ἀλλ' ἐπειδὴ ἰσχύει ἡ μνήμη αὐτῆς μεγάλα κατορθῶσαι, διὰ τοῦτο, καθάπερ τι φάρμακον σωτήριον, τὴν ἀπειλὴν αὐτῆς ἐγκατέθετο ἡμῶν ταῖς ψυχαῖς. Μὴ δὴ παρορῶμεν τὸ τοσοῦτον κέρδος 62.477 τὸ ἐντεῦθεν τικτόμενον, ἀλλὰ ταύτην συνεχῶς στρέφωμεν, ἐν ἀρίστοις, ἐν δείπνοις. Ἡ μὲν γὰρ τῶν ἡδέων διάλεξις οὐδὲν τὴν ψυχὴν ὠφελεῖ, ἀλλ' ἀτονωτέραν ἐργάζεται· ἡ δὲ τῶν λυπηρῶν καὶ σκυθρωπῶν πᾶν αὐτῆς περικόπτει τὸ διακεχυμένον καὶ διαῤῥέον, καὶ ἐπιστρέφει καὶ συστέλλει διαλελυμένην αὐτήν. Ὁ περὶ θεάτρων καὶ μίμων διαλεγόμενος, οὐδὲν αὐτὴν ὤνησεν, ἀλλὰ καὶ μᾶλλον ἐξέκαυσε καὶ προπετεστέραν εἰργάσατο· ὁ τὰ ἀλλότρια μεριμνῶν καὶ πολυπραγμονῶν, πολλάκις αὐτῇ καὶ κινδύνους ἐκ τῆς περιεργίας ταύτης προσετρίψατο. Ὁ μέντοι περὶ γεέννης διαλεγόμενος οὔτε κίνδυνον ἕξει τινὰ, καὶ σωφρονεστέραν ἐργάζεται. Ἀλλὰ δέδοικας τὸ