1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

8

τεταγμένους-τὸν τῦφον τῶν προηγουμένων, τῶν ἑπομένων τῶν σοβούντων τὸ πλῆθος, τὴν ἄλλην θεραπείαν ἅπασαν. Εἶτα αὐτὸν ἐν τῷ μέσῳ μετὰ πολλοῦ μὲν ἐπιβαίνοντα τοῦ φρονήματος σεμνότερον δὲ ἀπὸ τῶν ἱματίων φαινόμενον καὶ ἀλουργίδος καὶ τῶν λίθων τῶν πανταχοῦ διεσπαρμένων κατὰ τὴν δεξιὰν κατὰ τὴν συμβολὴν τῆς χλανίδος, τῶν ἀπὸ τοῦ διαδήματος ἐξ αὐτῆς ἀστραπτόντων τῆς κεφαλῆς.

33 Καὶ μηδὲ μέχρι τούτου στήσῃς τὴν εἰκόνα, ἀλλ' ἔκτεινον αὐτὴν καὶ ἐπὶ τὸν τοῦ Θεοῦ δοῦλον τὸν μακάριον Βαβύλαν καὶ τὸ σχῆμα τὸ ταπεινὸν καὶ ἐπὶ τὴν στολὴν τὴν ἰδιωτικὴν καὶ τὴν συντετριμμένην ψυχὴν καὶ τὸ θράσους ἀπηλλαγμένον φρόνημα καὶ οὕτως ἀμφοτέρους διαγράψας καὶ ἀντιθεὶς τότε γνώσῃ τὸ θαῦμα καλῶς μᾶλλον δὲ οὐδὲ οὕτως ἐπιλήψῃ τῆς ἀκριβείας αὐτῆς. Τὴν γὰρ παρρησίαν ἐκείνην λόγος μὲν οὐδεὶς οὐδὲ ὄψις παραστῆσαι δύναιτ' ἂν ἡ πεῖρα δὲ μόνη καὶ ἡ χρῆσις αὐτῆς. Καὶ τὸ παράστημα τῆς τοῦ γενναίου ψυχῆς μόνος ἐκεῖνος δύναιτ' ἂν εἰδέναι καλῶς ὁ δυνηθεὶς εἰς τὴν αὐτὴν αὐτῷ τῆς παρρησίας φθάσαι κορυφῆν. Πῶς γὰρ προσῆλθεν ὁ γέρων; Πῶς τοὺς δορυφόρους διέκοψε; Πῶς τὸ στόμα διῆρε; Πῶς ἐφθέγξατο; Πῶς ἐπετίμησε; Πῶς τὴν δεξιὰν εἰς τὸ στῆθος ἀπήρεισε τὸ φλεγμαῖνον ἔτι τῷ θυμῷ καὶ ζέον τῷ φόνῳ; Πῶς ἀπώσατο τὸν ἀνδροφόνον; Οὐδὲν αὐτὸν τῶν δρωμένων κατέπληξε καὶ τῆς προθέσεως ἐξέκρουσεν. Ὢ ψυχῆς ἀκαταπλήκτου καὶ διανοίας ὑψηλῆς, ὢ φρενῶν οὐρανίων καὶ παραστήματος ἀγγελικοῦ. Ὥσπερ γὰρ ἐν τοίχῳ γεγραμμένην ἅπασαν τὴν φαντασίαν ἐκείνην ὁρῶν οὕτως ἀταράχως ἅπαντα ἔπραττεν ὁ γενναῖος ἀνήρ.

34 Καὶ γὰρ ἦν πεπαιδευμένος ἀπὸ τῶν θείων δογμάτων ὅτι σκιὰ καὶ ὄναρ καὶ τούτων οὐδαμινώτερα ἅπαντα τὰ τοῦ κόσμου πράγματα. ∆ιὰ τοῦτο οὐδὲν αὐτὸν τούτων καταπτῆξαι ἐποίησεν ἀλλὰ καὶ μᾶλλον ἐθάρρυνεν. Ἡ γὰρ ὄψις ἐκείνη τῶν ὁρωμένων τὴν διάνοιαν παρέπεμπεν ἐπὶ τὸν ἄνω βασιλέα τὸν καθήμενον ἐπὶ τῶν Χερουβὶμ καὶ βλέποντα ἀβύσσους, ἐπὶ τὸν θρόνον τὸν ἔνδοξον καὶ ὑψηλὸν, ἐπὶ τὴν στρατιὰν τὴν οὐράνιον, ἐπὶ τὰς μυριάδας τῶν ἀγγέλων, ἐπὶ τὰς χιλιάδας τῶν ἀρχαγγέλων, ἐπὶ τὸ βῆμα τὸ φοβερὸν, ἐπὶ τὸ κριτήριον τὸ ἀδέκαστον, ἐπὶ τὸν τοῦ πυρὸς ποταμὸν, ἐπὶ τὸν κριτὴν αὐτόν. ∆ιά τοι τοῦτο ὅλον ἑαυτὸν μεταστήσας ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ὡς ἐκείνῳ τῷ δικαστῇ παρεστὼς καὶ αὐτοῦ κελεύοντος ἀκούων τὸν ἐναγῆ καὶ μιαρὸν τῆς ἱερᾶς ἀγέλης ἐξωθεῖν, οὕτως ἐξέβαλλε καὶ τῶν λοιπῶν προβάτων ἀφώριζε καὶ πρὸς οὐδὲν ἐπεστρέφετο τῶν ὁρωμένων καὶ δοκούντων εἶναι φοβερῶν ἀλλ' ἀνδρείως αὐτὸν μάλα καὶ γενναίως ἀπωσάμενος παρέστη τυραννουμένοις τοῖς τοῦ Θεοῦ νόμοις.

35 Καίτοι πόσῃ περὶ τοὺς λοιποὺς αὐτὸν παρρησίᾳ κεχρῆσθαι εἰκός; Ὁ γὰρ τῷ κρατοῦντι μετὰ τοσαύτης ἐξουσίας προσενεχθεὶς τίνα τῶν λοιπῶν ἔδεισεν ἄν; Ἐγὼ τὸν ἄνδρα ἐκεῖνον στοχάζομαι μᾶλλον δὲ οὐ στοχάζομαι ἀλλὰ πιστεύω μὴ πρὸς χάριν, μὴ πρὸς ἀπ έχθειαν μήτε πρᾶξαι μήτε εἰπεῖν τί ποτε ἀλλὰ καὶ πρὸς φόβον καὶ πρὸς τὴν τούτου δυνατωτέραν κολακείαν καὶ πρὸς τὰ ἄλλα τὰ τοιαῦτα-πολλὰ δὲ τὰ ἀνθρώπινα-γενναίως στῆναι καὶ ἀνδρείως καὶ μηδὲ μικρόν τι τῆς ὀρθῆς διαφθεῖραι κρίσεως. Εἰ γὰρ "στολισμὸς ἀνδρὸς καὶ γέλος ὀδόντων καὶ βῆμα ποδὸς ἀπαγγέλλει τὰ περὶ αὐτοῦ," πολλῷ μᾶλλον τὰ τοσαῦτα κατορθώματα πᾶσαν ἡμῖν ἱκανὰ τοῦ λοιποῦ βίου παραδεῖξαι τὴν ἀρετήν. Οὐδὲ γὰρ ἐπὶ τῇ παρρησίᾳ μόνον αὐτὸν θαυμάζειν χρὴ ἀλλὰ καὶ ἐπὶ τῷ μέχρι τοσούτου τὴν παρρησίαν ἐκτεῖναι καὶ ἐπὶ τῷ πάλιν μηδὲν προσθεῖναι πλέον αὐτῇ.

36 Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ σοφία μήτε ἐλλιπῶς μήτε περιττῶς ἀγωνίζεσθαι συγχωροῦσα ἀλλὰ πανταχοῦ τὴν συμμετρίαν φυλάττουσα. Καίτοι γε ἐνῆν εἴπερ ἐβούλετο καὶ περαιτέρω προελθεῖν. Τῷ γὰρ ἀπαγορεύσαντι τὸ ζῆν-οὐδ' ἂν τὴν ἀρχὴν προσῆλθεν εἰ μὴ τοιούτοις αὐτὸν ὥπλισε λογισμοῖς-μετ' ἐξουσίας ἅπαντα