8
ἁμαρτημάτων τὰ μέν ἐστι λόγου δεόμενα καὶ διδασκαλίας, τὰ δὲ οὕτω φανερὰ καὶ δῆλα, ὡς φόβῳ καὶ τιμωρίᾳ μόνῃ κωλύεσθαι· οἷον τὸ φονεύειν, τὸ μοιχεύειν, τὸ κλέπτειν, οὐ δεῖται λόγων· δι' ὅπερ καὶ ὁ νομοθέτης οὐχὶ διδασκαλίαν ὑπὲρ τούτων συντέθεικε περιηχοῦσαν ἡμᾶς, ὅτι τὸ πρᾶγμα πονηρόν· προκατειλήφει γὰρ ἡμᾶς τῷ λογισμῷ· ἀλλὰ μόνον ἀπηγόρευσεν, οὐ μοιχεύσεις, οὐ φονεύσεις. Ὅταν δὲ περὶ χηρῶν ὑπεροψίας καὶ παρακαταθηκῶν κακουργίας ἡμῖν διαλέγηται, καὶ λογισμοὺς τίθησιν, Ἐλέησον τὴν χήραν, φησὶ, καὶ τὸν προσήλυτον· καὶ γὰρ καὶ σὺ προσήλυτος ἦσθα ἐν γῇ Αἰγύπτῳ. Τὸ σάββατον ἀργίᾳ τίμα, φησίν· εἶτα καὶ λογισμὸν τίθησιν. Τὸ τοίνυν εἱμαρμένης ἀπέχεσθαι, οὐ τούτων ἐστὶ τῶν δεομένων λογισμοῦ, ἀλλ' ἐκείνων τῶν δήλων. Ὥσπερ γὰρ δῆλον ὅτι πονηρὸν τὸ φονεύειν καὶ τὸ μοιχεύειν φαῦλον, οὕτω δῆλον ὅτι τὸ προσέχειν εἱμαρμένῃ πονηρὸν καὶ ἀπηγορευμένον. Μὴ γὰρ ἀπὸ 50.758 τῶν πειθομένων νομίζετε αὐτὸ εἶναι τῶν μὴ κεκωλυμένων· ἐπεὶ καὶ φόνος τολμᾶται, καὶ κεκώλυται παρὰ τοῖς νόμοις, καὶ αἱ μοιχεῖαι καὶ αἱ ἁρπαγαὶ τῶν ἀπηγορευμένων εἰσὶ, καίτοι δρωμένων παρὰ τῶν πολλῶν. Ἐπεὶ ὅτι γε τῶν κεκωλυμένων ἐστὶν, ὥσπερ ὁ φόνος, παρὰ τοῖς νόμοις αὐτοῖς τοῖς τῶν Ἑλλήνων, τὸ τῇ γενέσει πείθεσθαι, παρελθών τις τῶν μοιχευσάντων τὴν τοῦ δεῖνος γυναῖκα, κατηγορούμενος ἐν δικαστηρίῳ λεγέτω, ὅτι οὐκ ἐγὼ, ἀλλ' ἡ γένεσις· ἐγὼ μὲν γὰρ σωφρονεῖν ἐβουλόμην, ἐκείνη δέ με ὦσε καὶ ἐνέβαλεν· ἆρα οὐ διὰ τοῦτο χαλεπωτέραν δώσει δίκην, ὡς καταγέλαστα ἀπολογούμενος; ἆρα συγγνώμης τεύξεταί τινος; Οὐδαμῶς. Καὶ μὴν ἐχρῆν κατ' ἐκείνους. Εἰ γὰρ γενέσει πάντα καὶ οὐ προαιρέσει γίνεται, ταύτης μείζων οὐκ ἔστιν ἀπολογία. Εἰ μὲν γὰρ κυρία καὶ δυνατωτέρα ἐστὶ τῆς γενέσεως ἡ προαίρεσις, οὐκ ἂν εἴη γένεσις· εἰ κἂν μυρία μηχανήσηταί τις, ἀνάγκη τὰ ἐπιτάγματα τὰ ἐκείνης πληροῦσθαι, μάτην οὗτος κολάζεται, καὶ οὐ τεύξεται συγγνώμης· ἀλλ' οὐδεὶς αὐτοῦ οὔτε ἀπολογουμένου, οὔτε τυχόντος συγγνώμης ἀκούσεται· οὕτω παρὰ πᾶσι τὸ πρᾶγμα διαβέβληται, καὶ μῦθος εἶναι καὶ λῆρος δοκεῖ. Πολλοί τε τῶν ἀρχόντων καίτοι γε εἰ παρὰ ἀνθρώπου πάθοι βίαν, ἀρκεῖ πρὸς ἀπολογίαν αὐτὸ τοῦτο ἐγκαλουμένῳ, μᾶλλον οὐδὲ ἔγκλημα λοιπὸν εἶναι δοκεῖ, πολλοὶ γοῦν τῶν ἀρχόντων, ἐπὶ φόνοις ἀδίκοις κατηγορηθέντες, δίκην ἔδοσαν, τοὺς δὲ δημίους τοὺς διακονουμένους τῷ φόνῳ, καὶ αὐτόχειρας γεγενημένους τῆς σφαγῆς, οὐδὲ εἰς δικαστήριον ἑλκύσαι τις, ἀλλ' οὐδὲ ζητῆσαι, τὴν ἀρχὴν, τῆς ἀνάγκης ὑπὲρ αὐτῶν ἀπολογουμένης, καὶ τοῦ τῆς ἀρχῆς ἀξιώματος, καὶ τοῦ τῆς ὑποταγῆς φόβου. Εἶτα ἀνθρώπῳ μὲν ἴσασι συγγινώσκειν, ὑπ' ἀν 50.759 θρώπου τοῦ ὁμοφύλου καὶ ὁμογενοῦς καταναγκαζομένου· τῷ δὲ ὑπὸ εἱμαρμένης οὐχὶ πολλῷ μᾶλλον συγγινώσκειν ἐχρῆν; Καὶ γὰρ διαδρᾶναι ἔδει. Ἐκείνης δὲ, ὥς φασιν, οὕτως ἀμήχανος ἡ ἀρχὴ, ὡς κἂν εἰς ἔρημον, κἂν εἰς θάλασσαν, κἂν ὅπου τις ἀφίκηται, τὰ νοήματα αὐτῆς οὐ διαφεύξεται. Πῶς οὖν οὐκ ἄτοπον τὸν μὲν ὑπὸ βαρβάρων βίας ἀγχόμενον, πλείστης συγγνώμης ἀπολαύειν, ὡς μηδὲ ἐγκαλεῖσθαι τὴν ἀρχὴν, τὸν δὲ ὑπὸ δυνατωτέρας, ὥς φασι, δυνάμεως καταναγκαζόμενον, δίκην διδόναι, καὶ μηδὲ λόγου μεταδιδόναι πρὸς ἀπολογίαν αὐτῷ τοιαύτην; Οὐδεὶς γάρ ποτε προβαλλόμενος εἱμαρμένην ἀπέφυγεν, οὐκ ἐν δικαστηρίοις κακοῦργος, οὐκ ἐν οἰκίᾳ οἰκέτης, οὐκ εἰς διδασκαλεῖον παῖδες, οὐκ ἐν ταῖς τέχναις μαθηταὶ, ἐν οἷς ἂν διαμάρτωσι. Πῶς οὖν τινες εἱμαρμένην πρεσβεύουσιν ἀτιμάζοντες αὐτὴν, καὶ τῇ ὑπ' αὐτῆς ἀνάγκῃ οὐδεμιᾶς μεταδιδόντες συγγνώμης; Οὕτω τῇ μὲν ἀληθείᾳ, καὶ τῷ συνειδότι σφόδρα πεπείκασιν ἑαυτοὺς, ὅτι μῦθος τὸ πρᾶγμά ἐστιν. Ὅταν δὲ εἰς ἁμαρτήματα ἐμπέσωσι χαλεπὰ, ἕτερον αὐτοῖς προστιθέασι πάλιν, ὡς ταύτῃ