8
κλητὸς ἀπόστολος· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν· νυνὶ δὲ ὡς Παῦλος, καὶ πανταχοῦ Παῦλος καλεῖται, ἀλλ' οὐχὶ Σαῦλος λέγεται. Τίνος οὖν ἕνεκεν πρὸ τούτου μὲν Σαῦλος, μετὰ δὲ ταῦτα Παῦλος ἐκλήθη; Οὐκ ἔστι ψιλὸν τὸ ζήτημα· καὶ γὰρ Πέτρος εὐθέως ἐπιτρέχει· καὶ γὰρ κἀκεῖνος πρὸ τούτου μὲν Σίμων ἐλέγετο, μετὰ δὲ ταῦτα ὠνομάσθη Κηφᾶς· καὶ υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰωάννης, Υἱοὶ βροντῆς μετωνομάσθησαν. Καὶ οὐκ ἐν τῇ Καινῇ δὲ μόνον, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ εὑρίσκομεν τὸν Ἀβραὰμ πρὸ τούτου μὲν Ἀβρὰμ λεγόμενον, μετὰ ταῦτα δὲ Ἀβραάμ· καὶ τὸν Ἰακὼβ νῦν μὲν Ἰακὼβλεγόμενον, μετὰ δὲ ταῦτα Ἰσραήλ· καὶ τὴν Σάῤῥαν πρὸ τούτου Σάραν λεγομένην, μετὰ δὲ ταῦτα Σάῤῥαν· 51.124 καὶ πολλὴν ἡμῖν τῶν ὀνομάτων ἡ μετάθεσις παρέχει τὴν ζήτησιν· καὶ δέδοικα μὴ, πολλὰ ῥεύματα ποταμῶν ἐξαίφνης ἀφεὶς, ἀποπνίξω τῆς διδασκαλίας τὸν λόγον. Καθάπερ γὰρ ἐν χωρίῳ νοτίδα ἔχοντι, ὅπουπερ ἂν διασκάψῃ τις, πηγαὶ πανταχόθεν ἐκπηδῶσιν· οὕτω καὶ ἐν τῷ χωρίῳ τῶν θείων Γραφῶν, ὅπουπερ ἂν διανοίξῃς, ποταμοὺς ἐξιόντας ὄψει πολλοὺς, ὅθεν καὶ πάντας αὐτοὺς ἀθρόον ἀφεῖναι τήμερον δέος ἐστὶν οὐ μικρόν. ∆ιόπερ τὸν ἡμέτερον ἀποφράξας ῥύακα, παραπέμψω τὴν ὑμετέραν ἀγάπην πρὸς τὴν ἱερὰν πηγὴν τῶν προέδρων τούτων καὶ διδασκάλων τὴν καθαρὰν ταύτην καὶ πότιμον καὶ γλυκὺν, νᾶμα τὸ ἐξ αὐτῆς ἐξερχόμενον τῆς πέτρας τῆς νοητῆς. Παρασκευάσωμεν τοίνυν τὴν διάνοιαν πρὸς ὑποδοχὴν τῆς διδασκαλίας, ἀρύσασθαι τὰ πνευματικὰ νάματα, ἵνα γένηται ἐν ἡμῖν πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πρὸς τοὺς ἐγκαλοῦντας ὑπὲρ τοῦ μήκους τῶν εἰρημένων, καὶ πρὸς τοὺς δυσχεραίνοντας ὑπὲρ τῆς βραχυλογίας, καὶ περὶ τῆς τοῦ Σαύλου
προσηγορίας καὶ Παύλου, καὶ τίνος ἕνεκεν Ἀδὰμ ὁ πρῶτος ἄνθρωπος ἐκλήθη, ὅτι χρησίμως καὶ συμφερόντως, καὶ εἰς τοὺς νεοφωτίστους.
αʹ. Τί ποτε ἄρα χρὴ ἡμᾶς ποιῆσαι τήμερον; Τὸ μὲν γὰρ πλῆθος ὑμῶν ὁρῶν, δέδοικα πρὸς μῆκος ἐκτεῖναι τὸν λόγον. Καὶ γὰρ ὅταν ἡ διδασκαλία μακροτέρω προβαίνῃ, ὁρῶ συμπατουμένους ὑμᾶς, στενοχωρουμένους, καὶ τὴν ἀπὸ τῆς στενοχωρίας θλίψιν τῇ τῆς ἀκροάσεως ἀκριβείᾳ λυμαινομένην· ἀκροατὴς γὰρ ἀνέσεως οὐκ ἀπολαύων, οὐδὲ μετὰ σπουδῆς προσέχειν τοῖς λεγομένοις δύναιτ' ἄν. Τὸ μὲν οὖν πλῆθος ὑμῶν, ὡς ἔφην, ὁρῶν, δέδοικα πρὸς μῆκος ἐκτεῖναι τὸν λόγον· τὸν δὲ πόθον ὑμῶν λογιζόμενος φοβοῦμαι συστεῖλαι τὴν διδασκαλίαν. Ὁ γὰρ διψῶν, ἐὰν μὴ πρότερον πεπληρωμένην ἴδῃ τὴν φιάλην, οὐδὲ τοῖς χείλεσιν αὐτὴν ἡδέως ἂν προσαγάγοι· ἀλλὰ κἂν μὴ πᾶσαν αὐτὴν ἐκπίνειν μέλλοι, πᾶσαν αὐτὴν γέμουσαν ἰδεῖν ἐπιθυμεῖ. ∆ιὰ τοῦτο οὐκ ἔχω τί χρήσομαι τῇ δημηγορίᾳ. Καὶ γὰρ τῇ βραχυλογίᾳ τὸν κάματον ὑποτέμνεσθαι τὸν ὑμέτερον βούλομαι, καὶ τῷ μήκει τοῦ λόγου τὴν ἐπιθυμίαν ὑμῶν ἐμπλῆσαι. Ἀλλ' ἑκάτερα πολλάκις ταῦτα ἐποίησα, καὶ οὐδὲ ἅπαξ τὴν αἰτίαν διέφυγον. Οἶδα ὅτι πολλάκις φειδόμενος ὑμῶν πρὸ τοῦ τέλους κατέλυσα τὸν λόγον, καὶ κατεβόησαν ἡμῶν οἱ ψυχὴν ἀκόρεστον ἔχοντες, οἱ συνεχῶς μὲν τῶν θείων ἀπολαύοντες ναμάτων, οὐδέποτε δὲ ἐμπιπλάμενοι, οἱ Μακάριοι ἐκεῖνοι, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ τὰς παρὰ τούτων καταβοήσεις φοβηθεὶς πάλιν προῆλθον μέχρι πολλοῦ τὴν διδασκαλίαν ἐκτείνων, καὶ διὰ τοῦτο αἰτίαν ὑπέμενον. Οἱ γὰρ βραχυλογίας ἐρῶντες ἀπαντῶντες παρεκάλουν τῆς αὐτῶν ἀσθενείας φείδεσθαι, καὶ