1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

8

σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς. Ἤλεγξεν εὐθέως καὶ τὴν τιμωρίαν αὐτῷ ἐπήγαγεν, οὐ τοσοῦτον διὰ τὸν φόνον, ὅσον διὰ τὴν ἀναίδειαν· οὐ γὰρ τοσοῦτον μισεῖ ὁ Θεὸς τὸν ἁμαρτάνοντα, ὅσον τὸν ἀναισχυντοῦντα. Ἀμέλει τὸν Κάϊν εἰς μετάνοιαν ἐλθόντα οὐ δέχεται, ἐπειδὴ μὴ πρῶτος εἶπε τὴν ἁμαρτίαν. Τί γάρ φησι; Μείζων ἡ ἁμαρτία μου τοῦ ἀφεθῆναί με· ἀντὶ τοῦ, Μέγα ἥμαρτον· οὐκ εἰμὶ ἄξιος ζῆσαι. Τί οὖν πρὸς αὐτὸν ὁ Θεός; Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· καὶ τιμωρίαν αὐτῷ ἀπέφηνε δεινὴν καὶ χαλεπήν. Οὐκ ἀναιρῶ σε, φησὶν, ἵνα μὴ λήθῃ παραδοθῇ ἡ ἀλή49.286 θεια, ἀλλὰ ποιῶ σε νόμον ὑπὸ πάντων ἀναγινωσκόμενον, ἵνα ἡ συμφορὰ μήτηρ φιλοσοφίας γένηται. Καὶ περιῄει ὁ Κάϊν, νόμος ἔμψυχος, στήλη κινουμένη, σιωπῶσα, καὶ σάλπιγγος λαμπροτέραν ἀφιεῖσα τὴν φωνήν. Μή τις ποιήσῃ, φησὶ, τοιαῦτα, ἵνα μὴ πάθῃ τοιαῦτα. Ἔλαβε τὴν τιμωρίαν διὰ τὴν ἀναισχυντίαν, καὶ μὴ εἰρηκὼς, ἐλεγχθεὶς δὲ, κατεκρίθη διὰ τὴν ἁμαρτίαν. Εἰ γὰρ ἑαυτῷ ὡμολόγησε, κἂν ἐξαλείψας ἦν τὴν ἁμαρτίαν πρῶτος. βʹ. Ἵνα δὲ μάθῃς, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, μάθε πῶς ἄλλος τις πρῶτος εἰπὼν ἔλυσε τὴν ἁμαρτίαν. Ἔλθωμεν ἐπὶ τὸν ∆αυῒδ, τὸν προφήτην καὶ βασιλέα· μᾶλλον δὲ αὐτὸν ἡδέως ἀπὸ τῆς προφητείας καλῶ· ἡ μὲν γὰρ βασιλεία εἰς Παλαιστίνην, ἡ δὲ προφητεία εἰς τὰ πέρατα τῆς οἰκουμένης· καὶ ἡ μὲν βασιλεία μικρῷ κατελύθη τῷ χρόνῳ, ἡ δὲ προφητεία ἀθάνατα φέρει τὰ ῥήματα. Αἱρετώτερόν ἐστι τὸν ἥλιον σβεσθῆναι, ἢ τὰ ῥήματα τοῦ ∆αυῒδ λήθῃ παραδοθῆναι. Οὗτος περιέπεσε μοιχείᾳ καὶ φόνῳ· Εἶδε γὰρ, φησὶ, γυναῖκα καλὴν λουομένην, καὶ ἠράσθη αὐτῆς· εἶτα τὰ δόξαντα αὐτῷ εἰς ἔργον ἐξήγαγε. Καὶ ἦν ὁ προφήτης ἐν μοιχείᾳ, ὁ μαργαρίτης ἐν βορβόρῳ. Ἀλλ' οὔπω ᾔδει ὅτι ἥμαρτεν· οὕτως ἦν κεκαρωμένος τῷ πάθει. Τοῦ γὰρ ἡνιόχου μεθύοντος καὶ τὸ ἅρμα ἀτάκτως φέρεται· ὅπερ δὲ ἡνίοχος καὶ ἅρμα, τοῦτο ψυχὴ καὶ σῶμα· ἐὰν ἡ ψυχὴ σκοτωθῇ, καὶ τὸ σῶμα ἐν βορβόρῳ κυλίεται· ἕως γὰρ ἕστηκεν ὁ ἡνίοχος, καὶ τὸ ἅρμα καλῶς ἐλαύνεται· ὅταν μέντοι αὐτὸς ἀτονῇ, καὶ οὐ δύναται περικρατὴς γενέσθαι τῶν ἡνιῶν, καὶ αὐτὸ τὸ ἅρμα ἐν δεινοτέροις ὁρᾶται. Οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου· ἕως ἂν μὲν νήφῃ ἡ ψυχὴ καὶ γρηγορῇ, καὶ αὐτὸ τὸ σῶμα ἐν ἁγνείᾳ ἐστίν· ἐπὰν δὲ ἡ ψυχὴ σκοτωθῇ, καὶ αὐτὸ τὸ σῶμα ἐν βορβόρῳ καὶ ἡδονῇ κυλίεται. Τί οὖν ὁ ∆αυΐδ; Ἐμοίχευσεν· ἀλλ' οὐκ ᾔδει, οὔτε ἠλέγχετο ὑπό τινος, καὶ τοῦτο ἐν ἐσχάτῃ πολιᾷ, ἵνα μάθῃς ὅτι, ἐὰν ᾖς ῥᾴθυμος, οὔτε ἡ πολιά σε ὠφελεῖ, οὔτε πάλιν, ἐὰν σπουδαῖος ᾖς, ἡ νεότης παραβλάψαι σε δύναται. Οὐ γὰρ τῆς ἡλικίας ὁ τρόπος, ἀλλὰ τῆς γνώμης τὸ κατόρθωμα· ἐπειδὴ καὶ ∆ανιὴλ δώδεκα ἐτῶν ἦν, καὶ ἔκρινεν· οἱ δὲ πρεσβύτεροι, παλαιοὶ ἐν ἡμέραις, καὶ δρᾶμα μοιχείας ἔπραξαν, καὶ οὔτε ἐκείνους ἡ πολιὰ ὠφέλησεν, οὔτε τοῦτον ἡ νεότης παρέβλαψε. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐν τῇ ἡλικίᾳ, ἀλλ' ἐν τῇ γνώμῃ τὰ πράγματα τῆς σωφροσύνης κρίνεται, ὁ ∆αυῒδ ἐν αὐτῇ τῇ πολιᾷ ὢν, καὶ τότε εἰς μοιχείαν ἐμπεσὼν, φόνον εἰργάσατο, καὶ διέκειτο οὕτως ὥστε μὴ εἰδέναι αὐτὸν ὅτι ἥμαρτεν· ὁ γὰρ ἡνίοχος νοῦς ἦν μεθυσθεὶς ἀπὸ ἀκρασίας. Τί οὖν ὁ Θεός; Πέμπει πρὸς αὐτὸν Νάθαν τὸν προφήτην· ὁ προφήτης ἔρχεται πρὸς τὸν προφήτην· οὕτω γὰρ καὶ ἐπὶ τῶν ἰατρῶν γίνεται· ὅταν ἰατρὸς ἀσθενήσῃ, ἄλλου ἰατροῦ ἐν χρείᾳ γίνεται. Τὸ αὐτὸ καὶ ἐνταῦθα· προφήτης ἦν ὁ ἡμαρτηκὼς, καὶ προφήτης ἦν ὁ τὰ φάρμακα ἐπικομιζόμενος. Ἔρχεται οὖν πρὸς αὐτὸν ὁ Νάθαν, καὶ οὐκ εὐθὺς ἀπὸ θυρῶν ἐλέγχει αὐτὸν καὶ 49.287 λέγει· Παράνομε καὶ ἐναγέστατε, μοιχὲ καὶ φονεῦ, τοσαύτας τιμὰς ἐδέξω παρὰ τοῦ Θεοῦ, καὶ σὺ τὰς ἐντολὰς αὐτοῦ κατεπάτησας; Οὐδὲν τοιοῦτον εἶπεν ὁ Νάθαν, ἵνα μὴ ἀναισχυντότερον αὐτὸν ἀπεργάσηται· δημοσιευόμενα γὰρ τὰ ἁμαρτήματα εἰς ἀναισχυντίαν προκαλεῖται τὸν ἡμαρτηκότα. Ἔρχεται οὖν πρὸς αὐτὸν καὶ δρᾶμα δίκης ὑφαίνει· καὶ τί φησι; Βασιλεῦ, δίκη μοί ἐστι πρὸς σέ. Ἦν τις πλούσιος καὶ ἦν τις πένης·