9
ἔστιν, ᾧ οὐ προσλογισθήσεται ἕτερος Θεὸς, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Καθὼς ὁ προφήτης λέγει, αὐτός ἐστιν ὁ Θεός. Ἀθέμιτον γάρ ἐστι περὶ τοῦ Πατρὸς λέγειν, ὅτι ὤφθη, ἢ ὅτι ἄνθρωπος γεγονὼς συνεπολιτεύσατο τοῖς ἀνθρώ ποις, φανεροῦ ὄντος τοῦ πράγματος, ὅτι ὁ Λόγος Θεὸς ἐνηνθρώπησεν. Ἀθ. εἶπεν· Οὐκοῦν εἷς ὁ Υἱὸς, ὁ πρὸ πάντων αἰώνων συνυπάρχων τῷ Πατρὶ αὐτοῦ, Θεὸς ὢν ἀόρατος, ἄνθρωπος γέγονεν ὁρατός. Ἄρ. εἶπεν· Ὅτι εἷς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὡμολόγηται· οὐ συνυπάρχει δὲ τῷ Πατρὶ ἀπεράντως. Ἀθ. εἶπεν· Ἡ σοφία καὶ ἡ δύναμις συνυπάρχει τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ ἁγίῳ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ.εἶπεν· Εἷς οὖν ὢν ὁ ἀόρατος Υἱὸς τοῦ Θεοῦ, ὁ καὶ ὁραθεὶς, ἀσώματος καὶ σῶμα λαβὼν, ἀθάνατος καὶ θανάτου πεῖραν λαβὼν σαρκὶ, ὁ ἀψηλάφητος καὶ ψη λαφηθείς. Ἄρ. εἶπε· Σύμφημι ἅπερ εἶπας. Ἀθ. εἶπεν· Οὗτος οὖν καὶ Κύριος καὶ Θεὸς, διὰ τὸ συναφθῆναι τὴν σάρκα τῷ Λόγῳ· καὶ οὐ διῃρημέ νως, καὶ κυριότητες μὲν λέγονται· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς Ἰησοῦς Χριστὸς, ὁ Λόγος καὶ Θεὸς, εἷς τυγχάνει. Ἄρ. εἶπε· ∆οκεῖ μοί πως ὀρθότατα καταφαί νεσθαι ὁ περὶ τῆς σαρκώσεως ὅρος· μέντοιγε οὐκ ἀληθινὸς Θεός ἐστιν ὁ Υἱὸς, ὥσπερ ὁ Πατήρ, Ἀθ. εἶπε· Πόθεν τοῦτο εἰληφὼς ἐκόμισας ἡμῖν; Ἄρ. εἶ πεν· Οὐδέποτε ἀνέγνως τὸ Εὐαγγέλιον, ὥς φησιν ὁ Κύριος πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν;» Ὁρᾷς,ὅτι μόνον ἀληθινὸν Θεὸν ἔφη τὸν Πατέρα, ὡς αὐτοῦ μὴ ὄντος ἀληθινοῦ Θεοῦ; Ἀθ. εἶπε· Τοῦτο σύνδεσμός ἐστι, τῶν προειρημένων ῥημάτων καὶ τῶν ἐπαχθέν των οὐ διαίρεσιν ἐμποιῶν. Ἀραρότως δὲ παρὰ τοῖς εὐφρονοῦσιν ὡμολόγηται σύνδεσμος τὸ ἐπὶ τῆς Κυριακῆς φωνῆς. Πλὴν ἄκουε μετὰ μακροθυμίας ὅ φημι. Εἴ τις τῷ πλησίον ἐντέλλεται περὶ Κωνσταντίνου λέγων· Ἀσφαλῶς γίνωσκε τὸν μόνον Αὔγου στον καὶ αὐτοκράτορα γῆς καὶ θαλάσσης βασιλέα Κωνσταντῖνον καὶ Κωνστάντιον τὸν υἱὸν αὐτοῦ, συν ωμολόγησε τὸν υἱὸν τῷ πατρὶ, ναὶ ἢ οὔ; Ἄρ. εἶ πεν· Οὐ μικρὸς κίνδυνος τὸ εἰπεῖν, ὅτι οὐ συμβασι λεύει Κωνστάντιος Κωνσταντίνῳ τῷ πατρὶ αὐτοῦ, ἐκ τοῦ ὑπαριθμηθῆναι αὐτῷ. Ἀθ. εἶπεν· Ἐπὶ μὲν Κωσταντίνου καὶ Κωνσταντίου κίνδυνον μέγιστον 28.465 ὁρᾷς, ἐπὶ δὲ Ἰησοῦ Χριστοῦ καὶ τοῦ Πατρὸς αὐτοῦ οὐ φοβῇ τοιαῦτα φθεγγόμενος; ∆εῖ σε τοιαύτην ἔχειν εὐσέβειαν εἰς τὸν Κύριον, οἵαν καὶ εἰς Κωνσταντῖνον ῥηθέντα. Οὐκ ἀφῄρησας ἀπὸ τοῦ υἱοῦ αὐτοῦ Κων σταντίου, τουτέστιν αὐτὸν Αὔγουστον, καὶ πάντα ὅσα εἰς τὸν πατέρα αὐτοῦ προεῤῥήθη, οὐκ ἄλλοθεν τὴν ἑνότητα τῆς ἀξίας ἐπιγνοὺς ἢ δι' αὐτοῦ. Ἄρ. εἶπεν· Ἐκκλίνας ἀπὸ τῶν συλλογισμῶν, ἔγγραφόν μοι δὸς ἀπόδειξιν, εἰ ἀληθινὸς Θεός ἐστιν ὁ Υἱὸς, ὥσπερ κἀγώ σοι φωνὴν παρεθέμην εὐαγγελικήν. Ἀθ. εἶπεν· Ἄκουε καὶ περὶ τούτου ἔγγραφον τὴν ἀπόδειξιν, καὶ μὴ πλανῶ. Ἰωάννης ὁ ἀπόστολος οὕτως ἔφη· «Καὶ οἴδαμεν, ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.» Ὁρᾷς, ὅτι αὐταὶ αἱ φωναὶ φέρονται περὶ τοῦ Υἱοῦ καὶ Πατρὸς, θεολογοῦσαι ἴσον τὸν Υἱὸν τῷ Πατρί. Ὥσπερ γὰρ ἐπὶ τοῦ Πατρὸς ἔφη· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν,» καὶ ἐνταῦθα περὶ τοῦ Υἱοῦ φησιν· «Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος.» Τὸ οὖν, «Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν,» σύνδεσμος τυγχάνει, ἀντὶ τοῦ λέγειν, «Σὲ μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν,» ἵνα γινώσκωσι τὸν Υἱὸν ἀληθινὸν Θεὸν, ὥσπερ καὶ σὲ τὸν Πατέρα· καθάπερ καὶ ἐν ἄλλῳ τόπῳ ἔλεξεν ὁ Κύριος· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ἀλήθεια δὲ οὐκ ἂν ψεῦδος ἐγένετό ποτε. Ἄρ. εἶπεν· Ὁμολογῶ κἀγὼ, ὅτι ἀληθινὸς Θεός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· μή γε δύνασαι φάναι, ἅμα Θεὸς, ἅμα Υἱός; Ἀθ. εἶπε· Τί λέγεις ἅμα Θεὸς, ἅμα Υἱός; Ὅτι ὁ Υἱὸς ἅμα Υἱὸς Θεοῦ ἐστι; Ναί. Ὁ γὰρ Θεοῦ Λόγος Θεὸς τυγχάνει, Υἱὸς τοῦ Πα τρὸς ὤν. Ἄρ. εἶπεν· Οὐχ οὕτως φημὶ, ἀλλ' ὅτι μὴ δύνασαι φῆσαι, ἅμα Θεὸς Πατὴρ, ἅμα Υἱὸς σὺν Πατρί. Ἀθ. εἶπε· ∆ιὰ τί οὐ δύναμαι τοῦτο