1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

9

πράττειν ἐξῆν καὶ ὕβρεσι πλῦναι τὸν βασιλέα καὶ τὸ διάδημα καθελεῖν τῆς κεφαλῆς καὶ πληγὰς εἰς τὸ πρόσωπον ἐντεῖναι ὅτε τὴν δεξιὰν εἰς τὸ στῆθος ἀπήρεισεν. Ἀλλ' οὐδὲν τούτων ἐποίησε· τῷ γὰρ ἅλατι τῷ πνευματικῷ τὴν ψυχὴν ἠρτυμένος ἦν, δι' ὅπερ οὐδὲν ἔπραττεν εἰκῆ καὶ μάτην, ἀλλὰ πάντα κρίσει λογισμῶν ὀρθῇ καὶ μετὰ καταστάσεως ὑγιοῦς.

37 Οὐ καθάπερ οἱ παρ' Ἕλλησι σοφοὶ οἳ συμμέτρως μὲν οὐδέποτε πανταχοῦ δὲ ὡς εἰπεῖν ἢ πλέον ἢ ἔλαττον τοῦ δέοντος παρρησιάζονται ἵνα ἀνδρείας μὲν οὐδαμοῦ, παθῶν δὲ ἀλογίστων ἀλόγιστον δόξαν λάβωσι πανταχοῦ ἐν οἷς μὲν ὑστέρησαν δειλίας ἐν οἷς δὲ ὑπερέβησαν ἀλαζονείας καὶ φιλοδοξίας παρὰ πᾶσιν ἁλισκόμενοι- ἀλλ' οὐχ ὁ μακάριος ἐκεῖνος, οὐ γὰρ ἁπλῶς τὸ ἐπελθὸν ἔπραττεν ἀλλὰ πάντα βασανίζων ἀκριβῶς καὶ πρὸς τοὺς θείους νόμους τοὺς λογισμοὺς ἁρμόζων τοὺς ἑαυτοῦ οὕτως ἐπὶ τὸ πράττειν ἐξήγαγεν αὐτούς. ∆ιὰ τοῦτο καὶ τὴν τομὴν οὔτε ἐπιπόλαιον ἔδωκεν ὥστε μὴ πλέον τοῦ νενοσηκότος ἐναπομεῖναι μέρος οὔτε βαθυτέραν τοῦ δέοντος ὥστε μὴ τῷ περιττῷ τῆς πληγῆς λυμήνασθαι τὴν ὑγίειαν πάλιν, ἀλλὰ συμμετρήσας τῷ νοσήματι τὴν πληγὴν οὕτω τὴν ἀρίστην ἰατρείαν εἰργάσατο. Ἐντεῦθεν αὐτὸν καὶ θυμοῦ καὶ δειλίας καὶ ἀλαζονείας καὶ δοξομανίας καὶ ἀπεχθείας καὶ φόβων καὶ κολακείας θαρρούντως ἀπεφηνάμην εἶναι καθαρόν.

38 Εἰ δὲ δεῖ τι καὶ παράδοξον εἰπεῖν οὐχ οὕτω θαυμάζω τοῦ μακαρίου τὸ κατατολμῆσαι τῆς τοῦ κρατοῦντος μανίας ὡς τὸ συνιδεῖν μέχρι τίνος τοῦτο ποιῆσαι ἐχρῆν, καὶ μηδὲν περαιτέρω μήτε πρᾶξαι μήτε εἰπεῖν. Καὶ ὅτι τοῦτο ἐκείνου θαυμαστότερον πολλοὺς ἂν εὕροι τις τούτου μὲν περιγεγονότας ὑπ' ἐκείνου δὲ ἡττηθέντας. Τὸ μὲν γὰρ ἁπλῶς παρρησιάσασθαι καὶ τῶν τυχόντων πολλοῖς ἐστί, τὸ δὲ εἰς δέον καὶ καιρῷ τῷ προσήκοντι καὶ μετὰ τῆς ἁρμοζούσης συμμετρίας καὶ συνέσεως τῷ πράγματι χρήσασθαι μεγάλης λίαν καὶ θαυμαστῆς δεῖται ψυχῆς. Ἐπεὶ καὶ τὸν μακάριον ∆αυὶδ μετὰ πολλῆς τῆς ἐξουσίας ὕβρισεν ὁ Σεμεῖ καὶ "ἄνδρα αἱμάτων" ἐκάλεσεν-ἀλλ' οὐκ ἂν εἴποιμι τοῦτο παρρησίαν ἔγωγε ἀλλὰ γλώττης ἀκολασίαν καὶ θρασύτητα διανοίας καὶ ἀναγωγίαν καὶ ἀπόνοιαν καὶ πάντα μᾶλλον ἢ παρρησίαν. ∆εῖ γὰρ οἶμαι τὸν μέλλοντα εἶναι ἐλεγκτικὸν θρασύτητος μάλιστα καὶ ἀπονοίας ὡς πορρωτάτω τὴν ἑαυτοῦ ψυχὴν ἀπαγαγεῖν καὶ τὸ δραστήριον ἐν τῇ φύσει τῶν ῥημάτων καὶ τῶν πραγμάτων ἐπιδείκνυσθαι μόνον.

39 Καὶ γὰρ ἰατρῶν παῖδες ὅταν τέμνειν τὰ σεσηπότα δέῃ τῶν μελῶν ἢ τὰ φλεγμαίνοντα καταστέλλειν οὐκ ὀργῆς πρότερον γεμίσαντες ἑαυτοὺς οὕτως ἐπὶ τὴν ἰατρείαν ἔρχονται, ἀλλὰ τότε μάλιστα ἐν καταστάσει τῇ προσηκούσῃ σπουδάζουσι φυλάττειν τὸν λογισμὸν ὥστε μὴ τῇ τέχνῃ λυμήνασθαι τὴν ἐκείνου ταραχήν. Εἰ δὲ σῶμά τις θεραπεύειν μέλλων τοσαύτης δεῖται γαλήνης, τὸν ψυχὰς ἰατρεύοντα ποῦ τάξομεν, εἰπέ μοι, καὶ πόσην ἀπαιτήσομεν φιλοσοφίαν; Πολλῷ μείζονα δῆλον ὅτι καὶ τοσαύτην ὅσην ὁ ἀγαθὸς ἐκεῖνος ἐπεδείξατο μάρτυς. Καθάπερ γάρ τινας ὅρους καὶ κανόνας ἡμῖν τίθησιν ἵν' ἐξ ἐκείνων τὰ μέτρα καὶ ἐπὶ τῶν λοιπῶν κατὰ τὴν ἀναλογίαν λαμβάνωμεν, οὕτω τὸν δείλαιον ἐκεῖνον ἀπὸ τῶν ἱερῶν περιβόλων ἀπώσατο.

40 Καὶ δοκεῖ μὲν ἓν κατόρθωμα εἶναι τὸ γεγονὸς, εἰ δέ τις αὐτὸ διασκέψαιτο καὶ ἀναπτύξας πάντοθεν κατοπτεύσειεν ἀκριβῶς καὶ δεύτερον καὶ τρίτον συμπεφυκὸς εὑρήσει καλὸν καὶ πολὺν τῆς ὠφελείας τὸν θησαυρόν. Ὁ μὲν γὰρ ἀπελαυνόμενος τότε εἷς μόνος ἦν οἱ δὲ ἐκείνου κερδαίνοντες πολλοί. Τῆς γὰρ ἀρχῆς τῆς ὑπὸ τῷ τυράννῳ κειμένης-αὕτη δὲ ἦν τὸ πλεῖστον τῆς οἰκουμένης μέρος- ὅσοιπερ ἂν ἦσαν ἄπιστοι κατεπλάγησαν καὶ ἐθαύμασαν μαθόντες ὅσης τοῖς ἑαυτοῦ δούλοις ὁ Χριστὸς τῆς παρρησίας μετέδωκε, κατεγέλασαν τῆς παρ' αὐτοῖς δουλοπρεπείας καὶ ἀνελευθερίας καὶ ταπεινότητος, εἶδον ὅσον τῆς Χριστιανῶν εὐγενείας πρὸς τὴν Ἑλλήνων αἰσχύνην τὸ μέσον.