1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

9

διαφευξόμενοι τὴν ἀποκειμένην αὐτοῖς δίκην, ἀλλ' οὐ χαλεπώτερον αὐτὴν δώσοντες. Οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν χαλεπὸν, ὡς τὸ μετὰ τὴν ἁμαρτίαν ἀναισχυντεῖν, καὶ τὸν Θεὸν διαβάλλειν ὑπὲρ τῶν οἰκείων κακῶν. Τοῦτο πάσης ἁμαρτίας χεῖρον· ὅπερ οὖν καὶ ὁ διάβολος ἐσπούδασεν, ὡς μὴ μόνον ῥᾳθύμους ἡμᾶς γενέσθαι πρὸς ἀρετὴν καὶ προχείρους εἰς κακίαν, ἁπάντων τὴν αἰτίαν ἀνατιθέναι τῷ Θεῷ, ἀλλὰ καὶ μετὰ τοῦ βλάσφημον ἡμῶν καὶ τὴν ψυχὴν καὶ τὴν γλῶτταν ἐργάσασθαι, ἀπολογίας προσχήματι, σοῦ Θεοῦ κατηγοροῦντας, καὶ τῶν μὲν ἐργαζομένων ἡμῶν αὐτῶν ἀποσκευαζομένους τὴν διαβολὴν, εἰς δὲ τὸν οὐκ ὄντα αἴτιον μετατιθέντας τὴν κατηγορίαν. Καίτοι κἂν ἐπ' ἀνθρώπων τις τοιοῦτόν τι φανῇ τολμήσας, ἀρκεῖ τοῦτο μόνον εἰς κατηγορίαν αὐτοῦ καὶ ἀπώλειαν. Ὅταν γὰρ ἕτερον συκοφαντῇ ὁ μηδὲν ἐργασάμενος δεινὸν, τῶν δεδρακότων τὸ τόλμημα τιμωρίᾳ ἐνέχεται. Ὅρα οὖν πόσα κακὰ συνέστησεν ὁ διάβολος ἀπὸ τῆς εἱμαρμένης· ὑπεροψίαν ἀρετῆς· ἐκλύει γὰρ ψυχὴν κἂν σφόδρα πρόθυμος ᾖ πρὸς τοὺς ὑπὲρ αὐτῆς ἱδρῶτας, ὅταν πείσῃ, ὅτι τῶν γενομένων οὐδέν ἐστιν ἐφ' ἡμῖν εὐέμπτωτον πρὸς πονηρίαν 50.760 ἔργον. Ὅταν γὰρ μάθῃ τις ὅτι μοιχεύων ἢ φονεύων, καὶ τοίχους διορύττων, οὐκ ἔστιν ἐγκλήματος ἄξιος, οὐ παύσεται, καθάπερ ἐπὶ κατάντους χωρίου, μετὰ προθυμίας φερόμενος τῆς προνοίας ποιεῖν συκοφάντας, καὶ συκοφάντης γενέσθαι κατὰ τοῦ Θεοῦ· οὗ τί γένοιτο ἂν χεῖρον, εἰπέ μοι, κακόν; Φεύγωμεν τοίνυν, ἀγαπητοὶ, τὴν εἰδωλολατρείαν ταύτην· ὄντως θάνατός ἐστιν ἐν τῷ λέβητι, καὶ πάντα τὸν ἀρυσάμενον ἐντεῦθεν κἂν μικρόν τι τῶν διεφθαρμένων δογμάτων ἀνάγκη πάντως ἀποθανεῖν, εἰ μὴ παλινδρομήσειε, καὶ τῆς ὑγιείας ἀπολαύσειε τῆς καθαρᾶς. Ἵν' οὖν μὴ μετὰ ταῦτα ἀνόνητα θρηνῶμεν, ὅταν τῆς μετανοίας ἡμῖν ἡ προθεσμία μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκκοπῇ, ἕως ἐσμὲν κύριοι, ὅσοι μὲν ἑάλωμεν τῷ νοσήματι, μετανοήσωμεν καὶ ἀνακτησώμεθα ἑαυτούς· ὅσοι δὲ ὑγιαίνομεν, τήν τε ὑγίειαν καθαρὰν διατηρῶμεν, καὶ τοῖς προκατειλημμένοις χεῖρα ὀρέγωμεν. Εἰ γὰρ τοῖς τὰ σώματα νοσοῦσι τοσαύτην ἐπιδεικνύμεθα σπουδὴν καὶ κηδεμονίαν, ὅταν ψυχῆς ἀῤῥωστία προκέηται, τί τῶν πάντων οὐ πρακτέον ἡμῖν; τί δὲ οὐχ ὑπομενοῦμεν, ὥστε τὸν ἀδελφὸν, εἰς συνάφειαν μέλους ἡμῖν συντελοῦντα, ἀνακτήσασθαι, τὸν καὶ ἐν τῷ πληρώματι τοῦ σώματος τοῦ ἐκκλησιαστικοῦ τελοῦντα; Πάντα οὖν ὑπὲρ τούτου πραγματευσώμεθα, πάντα ὑπὲρ τούτου πράττωμεν, τοὺς κύνας, τοὺς λύκους ἀπελαύνοντες, μηδὲ ἀρκεῖν ἡγώμεθα ἡμῖν τὴν ἡμετέραν αὐτῶν σωτηρίαν. Ὥσπερ γὰρ εἴρηται ὅτι, Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθης· οὕτω δὴ καὶ ἐνταῦθα ἀκουσόμεθα· ὅταν ἴδωμέν τινα τῶν ἀδελφῶν τῶν ἡμετέρων κλέπτοντα λόγοις καὶ ψιθυρισμοῖς, τὰ αὐτὰ ἀκουσόμεθα. Οἶκός ἐστι δεσποτικὸς ἡ Ἐκκλησία, σκεύη τίμιά εἰσιν οἱ πιστοί. Ὅταν οὖν ἴδῃς τινὰ τῶν ἔξωθεν βουλόμενον ὑφελέσθαι τι τῶν σκευῶν, κἂν αὐτὸς ἀνάλωτος ᾖς, ὡς μέλλων κινδυνεύειν, εἰ παρίδοις, καὶ μὴ προσελθὼν εἴποις τοῖς διορθῶσαι κυρίοις, ἔνοχος γέγονας τῆς ἐκείνου ψυχῆς, ὁ τὸν κλέπτην ὁρῶν διορύττοντα, καὶ μὴ κωλύων ἢ διὰ σαυτοῦ ἢ δι' ἑτέρου. Οὐχ ὥς σοι τὸν κίνδυνον ἁπλῶς ἐπικρέμασθαι ταῦτα λέγω, ἀλλ' ὥστε ἀσφαλίσασθαι, ὥστε ποιῆσαι ἴσως ὑπὲρ τῆς ἑαυτῶν καὶ τῆς τῶν ἄλλων σωτηρίας μεριμνᾷν. Οὕτω γὰρ δυνησόμεθα καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΚΑΙ ΕΙΜΑΡΜΕΝΗΣ

Λόγος δʹ.