9
συστέλλειν τὸ μῆκος τῶν λεγομένων. Ὅταν μὲν οὖν στενοχωρουμένους ὑμᾶς ἴδω, πρὸς σιγὴν συνελαύνω τὸν λόγον· 51.124 ὅταν δὲ στενοχωρουμένους, καὶ οὐκ ἀφισταμένους, ἀλλ' ἐκκρεμαμένους πρὸς πλείονα δρόμον, τὴν γλῶτταν διεγείρειν ἐπιθυμῶ. Στενά μοι πάντοθεν. Τί πάθω; Ὁ μὲν γὰρ ἑνὶ δουλεύων κυρίῳ, καὶ μιᾷ γνώμῃ ὑπηρετεῖν ἀναγκαζόμενος, μετ' εὐκολίας ἀρέσκειν δύναται τῷ δεσπότῃ, καὶ μὴ διαμαρτάνειν· ἐγὼ δὲ πολλοὺς ἔχω δεσπότας, δήμῳ τοσούτῳ δουλεύειν ἀναγκαζόμενος διάφορον ἔχοντι γνώμην. Ταῦτα δὲ εἶπον οὐ δυσχεραίνων τὴν δουλείαν, μὴ γένοιτο, οὐδὲ δραπετεύων τὴν δεσποτείαν ὑμῶν. Οὐδὲν γάρ μοι τῆς δουλείας ταύτης σεμνότερον. Οὐχ οὕτω βασιλεὺς ἐπὶ τῷ διαδήματι καὶ τῇ πορφυρίδι μέγα φρονεῖ, ὡς ἐγὼ νῦν ἐπὶ τῇ δουλείᾳ τῆς ὑμετέρας ἀγάπης ἐγκαλλωπίζομαι. Ἐκείνην μὲν γὰρ τὴν βασιλείαν θάνατος διαδέχεται· ταύτην δὲ τὴν δουλείαν, ἂν ἀπαρτισθῇ καλῶς, βασιλεία οὐρανῶν ἀναμένει. Μακάριος γὰρ ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ διδόναι τὸ σιτομέτριον τοῖς συνδούλοις αὐτοῦ. Ἀμὴν λέγω ὑμῖν, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Εἶδες πόσον τὸ κέρδος τῆς δουλείας ταύτης, ὅταν σπουδαίως γένηται; Ἐπὶ πᾶσι τοῖς ὑπάρχουσι τοῦ δεσπότου καθίσταται. Οὐ φεύγω τοίνυν τὴν δουλείαν· μετὰ γὰρ Παύλου δουλεύω. Καὶ γὰρ ἐκεῖνός φησιν, ὅτι Οὐχ ἑαυτοὺς κηρύττομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Καὶ τί λέγω Παῦλον; Εἰ ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν διὰ τοὺς δούλους, τί μέγα εἰ ὁ δοῦλος ἐγὼ δοῦλος ἐγενόμην τοῖς συνδούλοις δι' ἐμαυτόν; Οὐ τοίνυν δραπετεύων ὑμῶν τὴν δεσποτείαν ταῦτα εἶπον, ἀλλ' ἀξιῶν συγγνώμης τυχεῖν, ἐὰν μὴ ταῖς ἁπάντων γνώμαις 51.125 κατάλληλον παραθῶμαι τὴν τράπεζαν. Μᾶλλον δὲ τοῦτο ποιήσατε ὃ λέγω νῦν. Ὑμεῖς οἱ μὴ δυνάμενοι ἐμπλησθῆναί ποτε, ἀλλὰ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ μακρῶν ἐπιθυμοῦντες λόγων, διὰ τὴν ἀσθένειαν τῶν ὑμετέρων ἀδελφῶν ἀνάσχεσθε τοῦ συνήθους περικοπτομένου μέτρου τῶν λόγων. Πάλιν ὑμεῖς οἱ βραχυλογίας ἐρῶντες καὶ ἀσθενέστερον διακείμενοι, διὰ τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους τοὺς ἀκορέστους μικρὸν καρτερήσατε πόνον, ἀλλήλων τὰ βάρη βαστάζοντες, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Οὐχ ὁρᾶτε τοὺς Ὀλυμπιακοὺς ἀθλητὰς εἰς μέσον τοῦ θεάτρου ἑστῶτας, ἐν μεσημβρίᾳ μέσῃ καθάπερ ἐν καμίνῳ τῷ σκάμματι καὶ γυμνῷ τῷ σώματι τὴν ἀκτῖνα δεχομένους, ὥσπερ τινὰς ἀνδριάντας χαλκοῦς καὶ ἡλίῳ καὶ κονιορτῷ καὶ πνίγει μαχομένους, ἵνα τὴν τοσαῦτα ταλαιπωρήσασαν κεφαλὴν φύλλοις δάφνης ἀναδήσωνται; Ὑμῖν δὲ οὐ στέφανος δάφνης, ἀλλὰ στέφανος δικαιοσύνης πρόκειται τῆς ἀκροάσεως ὁ μισθὸς, καὶ οὐδὲ μέχρι μεσημβρίας μέσης ὑμᾶς κατέχομεν, ἀλλ' ἀπ' αὐτῶν τῶν προοιμίων τῆς ὑμετέρας ἕνεκα ὀλιγωρίας διαφίεμεν, ἔτι τοῦ ἀέρος ὄντος ψυχροτέρου, καὶ οὐ διαθερμαινομένου ταῖς ἀπὸ τῶν ἀκτίνων βολαῖς, οὐ γυμνῇ τῇ κεφαλῇ κελεύοντες ὑμᾶς τὴν ἀκτῖνα δέχεσθαι, ἀλλ' ὑπὸ τὸν θαυμαστὸν τοῦτον ἄγομεν ὄροφον, καὶ τὴν ἀπὸ τῆς στέγης παρέχομεν παραμυθίαν παντὶ τρόπῳ ἐπινοοῦντες ὑμῖν ἄνεσιν, ὥστε γενέσθαι τῶν λεγομένων μόνιμον τὴν ἀκρόασιν. Μὴ δὴ γενώμεθα μαλακώτεροι τῶν παιδίων τῶν ἡμετέρων τῶν εἰς διδασκαλεῖα βαδιζόντων· ἐκεῖνα πρὸ τῆς μεσημβρίας οὐ τολμᾷ ἀναχωρῆσαι οἴκαδε, ἀλλ' ἄρτι τοῦ γάλακτος ἀποσπασθέντα, ἄρτι τῆς θηλῆς ἀποστάντα, οὐδέπω οὐδὲ πέντε ἐτῶν ἡλικίαν ἄγοντα, ἐν νεαρῷ καὶ ἁπαλῷ σώματι πᾶσαν καρτερίαν ἐπιδείκνυται· κἂν πνῖγος, κἂν δίψος, κἂν ἄλλο ὁτιοῦν παρενοχλῇ, πρὸς μεσημβρίαν μέσην διακαρτερεῖ, καὶ ταλαιπωρεῖται ἐν τῷ διδασκαλείῳ καθήμενα. Εἰ καὶ μηδένα οὖν ἕτερον, ἐκεῖνα μιμησώμεθα τὰ παιδία ἡμεῖς οἱ ἄνδρες οἱ φθάσαντες εἰς μέτρον ἡλικίας. Εἰ γὰρ τοὺς λόγους τοὺς περὶ ἀρετῆς μὴ ἀνεχόμεθα ἀκούειν, τίς ἡμῖν πιστεῦσαι δυνήσεται, ὅτι τοὺς