1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

9

πολλάκις καὶ σωφρονοῦντες, ἀπὸ ῥημάτων αἰσχρῶν ἐπὶ πράξεις ἦλθον αἰσχράς. Οὐ γάρ ἐστιν ἡμῶν ἡ ψυχὴ οὔτε ἀγαθὴ φύσει οὔτε κακὴ, ἀλλὰ προαιρέσει καὶ τοῦτο κἀκεῖνο γίνεται. Ὥσπερ οὖν τὸ ἱστίον, ὅπουπερ ἂν πνεύσῃ ὁ ἄνεμος, μεταφέρει τὸ πλοῖον· μᾶλλον δὲ ὥσπερ ὁ οἴαξ μεταφέρει τὸ πλοῖον, ἂν ἐξ οὐρίων ὁ ἄνεμος ᾖ· οὕτω καὶ ὁ λογισμὸς, ἂν ἐξ οὐρίων τὰ ῥήματα φέρηται τὰ καλὰ, πλεύσεται ἀκινδύνως· ἂν δὲ ἐναντία, πολλάκις καὶ καταδύσει τὸν λογισμόν. Ὅπερ γάρ ἐστι τοῖς πλοίοις τὰ πνεύματα, τοῦτο ταῖς ψυχαῖς οἱ λόγοι· ὅπουπερ ἂν θέλῃς, μετάγεις αὐτὴν καὶ μετατρέπεις. ∆ιὰ τοῦτο παραινῶν τίς φησι· Πᾶσα διήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου. ∆ιὸ παρακαλῶ, ἀπὸ τῆς τίτθης τὰ παιδία λαμβάνοντες, μὴ μύθοις γραϊκοῖς αὐτὰ ἐθίζωμεν, ἀλλ' ἐκ πρώτης ἡλικίας μανθανέτω, ὅτι κρίσις ἐστίν· ὅτι κόλασις, ἐμπηγνύσθω αὐτῶν τῇ διανοίᾳ· οὗτος ὁ φόβος συῤῥιζωθεὶς, μεγάλα ἐργάζεται ἀγαθά. Ψυχὴ γὰρ μαθοῦσα ἐκ πρώτης ἡλικίας τῇ προσδοκίᾳ ταύτῃ κατασείεσθαι, οὐ ταχέως ἀποσείσεται τοῦτο τὸ δέος· ἀλλ' ὥσπερ τις ἵππος εὐήνιος, ἐπικαθήμενον ἔχουσα τὸν τῆς γεέννης λογισμὸν, εὔτακτα βαδίζουσα, καὶ φθέγξεται καὶ ἐρεῖ χρήσιμα· καὶ οὔτε νεότης, οὔτε πλοῦτος, οὔτε ὀρφανία, οὔτε ἄλλο οὐδὲν αὐτὴν βλάψαι δυνήσεται, οὕτω στεῤῥὸν ἔχουσα τὸν λογισμὸν, καὶ πρὸς πάντα ἀντέχειν δυνάμενον. Τούτοις τοῖς λόγοις καὶ ἡμᾶς αὑτοὺς ῥυθμίζωμεν, καὶ γυναῖκας καὶ δούλους καὶ τέκνα καὶ φίλους, εἰ δυνατὸν, καὶ ἐχθρούς. ∆υνάμεθα γὰρ μετὰ τούτων τῶν λόγων τὰ πολλὰ τῶν ἁμαρτημάτων ὑποτεμέσθαι, καὶ βέλτιον ἐν λυπηροῖς ἐνδιατρίβειν, ἢ χρηστοῖς· καὶ δῆλον ἐκεῖθεν. Εἰπὲ γάρ μοι, ἂν ἔλθῃς εἰς οἰκίαν, ἔνθα γάμοι ἐπιτελοῦνται, πρὸς μὲν ὥραν ἥσθης τῇ θέᾳ, ὕστερον δὲ ἀπελθὼν τήκεις σαυτὸν τῇ λύπῃ, ὅτι οὐκ ἔχεις τοσαῦτα. Ἂν δὲ εἰς οἰκίαν πενθούντων εἰσέλθῃς, κἂν σφόδρα πλουτοῦντες ὦσιν, ἀπελθὼν ἀναπαύσῃ μᾶλλον· οὐ 62.479 γὰρ δὴ φθόνον ἐδέξω ἐκεῖθεν, ἀλλὰ παράκλησιν καὶ παραμυθίαν ἐπὶ τῇ σῇ πενίᾳ. Εἶδες διὰ τῶν πραγμάτων, ὡς οὐδὲν ὁ πλοῦτος ἀγαθὸν, οὐδὲν ἡ πενία κακὸν, ἀλλ' ἀδιάφορά ἐστι πράγματα. Οὕτω καὶ νῦν ἂν περὶ τρυφῆς διαλέγῃ, μᾶλλον κόπτεις τὴν ψυχὴν οὐκ ἔχουσαν ἴσως τρυφᾷν· ὅταν δὲ κατὰ τρυφῆς, καὶ τοὺς τῆς γεέννης ἐμβάλῃς ἐν μέσῳ λόγους, εὐφραίνει σε τὸ πρᾶγμα, καὶ πολλὴν τέξεται τὴν ἡδονήν. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι ἡ τρυφὴ οὐδὲν ἡμῖν πρὸς τὸ πῦρ ἐκεῖνο δυνήσεται ἀμῦναι, οὐκ ἐπιζητήσεις αὐτήν· ἂν δὲ λογίσῃ, ὅτι καὶ μᾶλλον αὐτὸ ἀνάπτειν εἴωθεν, οὐ μόνον οὐκ ἐπιζητήσεις, ἀλλὰ καὶ ἀποστραφήσῃ καὶ ἀποκρούσῃ. Μὴ δὴ φεύγωμεν τοὺς περὶ γεέννης λόγους, ἵνα φύγωμεν τὴν γέενναν· μὴ φεύγωμεν τὴν τῆς κολάσεως μνήμην, ἵνα μὴ κολασθῶμεν. Εἰ ὁ πλούσιος ἐκεῖνος τὸ πῦρ ἐνενόει ἐκεῖνο, οὐκ ἂν ἥμαρτεν· ἐπειδὴ δὲ οὐδέποτε αὐτοῦ ἐμνήσθη, διὰ τοῦτο αὐτῷ περιέπεσεν. Εἰπέ μοι, ἄνθρωπε, μέλλων παρίστασθαι τῷ βήματι τοῦ Χριστοῦ πάντα μᾶλλον φθέγγῃ, ἢ περὶ τούτου; Καὶ πρᾶγμα μὲν ἔχων πρὸς δικαστὴν, μέχρι ῥημάτων πολλάκις, οὐ νύκτα, οὐχ ἡμέραν, οὐ καιρὸν, οὐχ ὥραν ἄλλο τι φθέγγῃ, ἀλλὰ διαπαντὸς περὶ ἐκείνου τοῦ πράγματος· μέλλων δὲ ὑπὲρ πάσης τῆς ζωῆς 62.480 σου λόγον διδόναι, καὶ εὐθύνας ὑποσχεῖν, οὐδὲ ἄλλων σε ἀναμιμνησκόντων ὑπὲρ τῆς δίκης ἀνέχῃ; Τοιγαροῦν διὰ τοῦτο πάντα ἀπόλωλε καὶ διέφθαρται, ὅτι βήματι μὲν ἀνθρωπίνῳ παραστήσεσθαι μέλλοντες περὶ πραγμάτων βιωτικῶν, πάντα κινοῦμεν, πάντας ἀξιοῦμεν, διηνεκῶς περὶ τούτου μεριμνῶμεν, πάντα ὑπὲρ τούτου πράττομεν, εἰς δὲ τὸ βῆμα τοῦ Χριστοῦ μέλλοντες ἥκειν μετ' οὐ πολὺ, οὐδὲν οὔτε δι' ἑαυτῶν, οὔτε δι' ἄλλων πράττομεν, οὐκ ἀξιοῦμεν τὸν δικαστήν. Καίτοι γε πολλὴν ἡμῖν ἐκεῖνος δίδωσι προθεσμίαν, καὶ οὐκ ἀναρπάζει ἡμᾶς ἐν τοῖς μέσοις ἁμαρτήμασιν, ἀλλ' ἀφίησιν ἀποδύσασθαι, καὶ οὐδὲν τῶν εἰς αὐτὸν ἡκόντων παραλιμπάνει ἡ ἀγαθότης ἐκείνη καὶ ἡ φιλανθρωπία. Ἀλλ' οὐδὲν γίνεται πλέον· διὰ