1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

9

ἱερεύς; Ἄγγελος Κυρίου ἐστί. Μὴ γὰρ τὰ ἑαυτοῦ λέγει; Εἰ καταφρονεῖς αὐτοῦ, οὐκ αὐτοῦ καταφρονεῖς, ἀλλὰ τοῦ χειροτονήσαντος αὐτὸν Θεοῦ. Καὶ πόθεν δῆλον ὅτι ὁ Θεὸς ἐχειροτόνησεν αὐτὸν, φησίν; Οὐκοῦν, εἰ μὴ ταύτην ἔχεις τὴν ὑπόληψιν, ἡ ἐλπίς σου κεκένωται. Εἰ γὰρ μηδὲν ἐνεργεῖ ὁ Θεὸς δι' αὐτοῦ, οὔτε λουτρὸν ἔχεις, οὔτε μυστηρίων μετέχεις, οὔτε εὐλογιῶν ἀπολαύεις· οὐκ ἄρα Χριστιανὸς εἶ. γʹ. Τί οὖν; φησί· πάντας ὁ Θεὸς χειροτονεῖ, καὶ τοὺς ἀναξίους; Πάντας μὲν ὁ Θεὸς οὐ χειροτονεῖ, διὰ πάντων δὲ αὐτὸς ἐνεργεῖ, εἰ καὶ αὐτοὶ εἶεν ἀνάξιοι, διὰ τὸ σωθῆναι τὸν λαόν. Εἰ γὰρ δι' ὄνου, καὶ διὰ Βαλαὰμ, διὰ μιαροῦ ἀνθρώπου, τοῦ λαοῦ ἕνεκεν ἐλάλησε, πολλῷ μᾶλλον διὰ τοῦ ἱερέως. Τί γὰρ οὐ ποιεῖ ὁ Θεὸς τῆς σωτηρίας ἕνεκεν τῆς ἡμετέρας; Τί γὰρ οὐ φθέγγεται; διὰ τίνος δὲ οὐκ ἐνεργεῖ; Εἰ διὰ τοῦ Ἰούδα ἐνέργησε, καὶ διὰ τῶν προφητευόντων, οἷς φησιν, Οὐκ οἶδα ὑμᾶς, ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, καὶ ἄλλοι δαίμονας ἐξέβαλον· πολλῷ μᾶλλον διὰ τῶν ἱερέων ἐνεργήσει. Ἐπεὶ εἰ μέλλοιμεν τοὺς βίους ἐρευνᾷν τῶν ἀρχόντων, αὐτοὶ μέλλομεν εἶναι χειροτονηταὶ τῶν διδασκάλων, καὶ τὰ ἄνω κάτω γίνεται, ἄνω οἱ πόδες, καὶ κάτω ἡ κεφαλή. Ἄκουε Παύλου λέγοντος· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· καὶ πάλιν, Σὺ τί κρίνεις τὸν ἀδελφόν σου; Εἰ τὸν ἀδελφὸν οὐ δεῖ κρίνειν, πολλῷ μᾶλλον τὸν διδάσκαλον. Εἰ μὲν γὰρ τοῦτο ἐπέταξεν ὁ Θεὸς, καλῶς ποιεῖς, καὶ ἁμαρτάνεις μὴ ποιῶν· εἰ δὲ τοὐναντίον, μὴ τόλμα, μηδὲ ὑπὲρ τὰ ἐσκαμμένα ἐπιχείρει. Τῷ Ἀαρὼν μετὰ τὴν μοσχοποιίαν ἐπανέστησαν οἱ περὶ Κορὲ καὶ ∆αθὰν καὶ Ἀβειρών· τί οὖν; οὐκ ἀπώλοντο; Ἕκαστος τὰ ἑαυτοῦ μεριμνάτω. Εἰ μὲν γὰρ δόγμα ἔχει διεστραμμένον, κἂν ἄγγελος ᾖ, μὴ πείθου· εἰ δὲ ὀρθὰ διδάσκει, μὴ τῷ βίῳ πρόσεχε, ἀλλὰ τοῖς ῥήμασιν. Ἔχεις Παῦλον καὶ δι' ἔργων καὶ διὰ λόγων ῥυθμίζοντά σε πρὸς τὸ δέον. Ἀλλ' οὐ δίδωσι πένησι, φησὶν, οὐδὲ καλῶς διοικεῖ. Πόθεν σοι τοῦτο δῆλον; Πρὶν ἢ μάθῃς, μὴ μέμψῃ, φοβήθητι τὰς εὐθύνας. Πολλὰ ἀπὸ ὑπονοίας κρίνεται. Μίμησαί σου τὸν ∆εσπότην· ἄκουε αὐτοῦ λέγοντος· Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Εἰ δὲ κατέμαθες καὶ ἐξήτασας καὶ εἶδες, ἀνάμενε τὸν κριτήν· μὴ προαρπάσῃς τοῦ Χριστοῦ τὴν τάξιν· ἐκείνου ταῦτά ἐστιν ἐξετάζειν, οὐ σοῦ· σὺ δοῦλος εἶ ἔσχατος, οὐ δεσπότης· σὺ πρόβατον εἶ· μὴ τοίνυν περιεργάζου τὸν ποιμένα, ἵνα μὴ καὶ ἐφ' οἷς ἐκείνου κατηγορεῖς, εὐθύνας δῷς. Καὶ πῶς ἐμοὶ λέγει, φησὶν, αὐτὸς οὐ ποιῶν; Οὐκ αὐτός σοι λέγει· εἰ αὐτῷ πείθῃ, μισθὸν οὐκ ἔχεις· ὁ Χριστός σοι ταῦτα παραινεῖ. Καὶ τί λέγω; οὐδὲ Παύλῳ πείθεσθαι χρὴ, ἄν τι ἴδιον λέγῃ, ἄν τι ἀνθρώπινον, ἀλλὰ τῷ ἀποστόλῳ τῷ 62.611 τὸν Χριστὸν ἔχοντι λαλοῦντα ἐν ἑαυτῷ. Μὴ κρίνωμεν τὰ ἀλλήλων, ἀλλὰ τὰ ἑαυτοῦ ἕκαστος· ἐξέτασον σοῦ τὸν βίον. Ἀλλ' ἐκεῖνος ὀφείλει μου βελτίων εἶναι, φησί. ∆ιὰ τί; Ὅτι ἱερεύς ἐστι. Καὶ τί σου πλέον οὐκ ἔχει; οὐχὶ τοὺς μόχθους; οὐχὶ τοὺς κινδύνους; οὐχὶ τὴν ἀγωνίαν; οὐχὶ τὴν ταλαιπωρίαν; Ταῦτα τοίνυν ἔχων πῶς οὐ βελτίων ἐστί σου; Εἰ δὲ οὐκ ἔστι βελτίων, ἆρα ὀφείλεις, εἰπέ μοι, σὺ σαυτὸν ἀπολλύναι; Ἀπονοίας ταῦτα τὰ ῥήματα. Πόθεν γὰρ, ὅτι οὐκ ἔστι σου βελτίων; Ἐὰν κλέπτῃ, φησὶ, καὶ ἱεροσυλῇ. Πόθεν οἶδας, ἄνθρωπε; τί κατὰ κρημνῶν ὠθεῖς σαυτόν; Καὶ σὺ μὲν, ἂν εἴπῃ τις, ὅτι ὁ δεῖνα πορφύραν ἔχει, κἂν εἰδὼς ᾖς, ἀποφράττεις τὰ ὦτα, κἂν ἐλέγξαι δυνάμενος ᾖς, ἀποπηδᾷς εὐθέως καὶ προσποιῇ μὴ εἰδέναι, περιττὸν κίνδυνον μὴ θέλων ἀναδέξασθαι· ἐνταῦθα δὲ οὐ μόνον οὐκ ἀποπηδᾷς, ἀλλὰ καὶ ἀναδέχῃ περιττὸν κίνδυνον. Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν ἀνεύθυνα· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, δώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. Ὅλως δὲ, οἴει τινὸς βελτίων εἶναι, καὶ οὐ στενάζεις, οὐδὲ κόπτεις τὸ