1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

10

στῆθος, οὐδὲ κάτω κύπτεις, οὐδὲ μιμῇ τὸν τελώνην; Οὐκοῦν ἀπώλεσας σαυτὸν, κἂν βελτίων ᾖς. Βελτίων εἶ; σίγα, ἵνα μένῃς βελτίων· ἂν δὲ εἴπῃς, ἐκένωσας τὸ πᾶν. Ἂν νομίσῃς, οὐχί· ἂν μὴ νομίσῃς, πολὺ προσέθηκας. Εἰ γὰρ ὁ ὢν ἁμαρτωλὸς, ἐπειδὴ ὡμολόγησε, κατῆλθε δεδικαιωμένος, ὁ μὴ ὢν σφόδρα ἁμαρτωλὸς, καὶ οὕτω πεπεισμένος, τί οὐ κερδανεῖ; Ἐξέτασόν σου τὸν βίον. Οὐ κλέπτεις; ἀλλ' ἁρπάζεις, ἀλλὰ βιάζῃ, ἀλλὰ μυρία ἕτερα τοιαῦτα ποιεῖς. Οὐκ ἐπαινῶν λέγω τὴν κλοπὴν, ἄπαγε, ἀλλὰ καὶ σφόδρα δακρύων, εἴ τις ἄρα ἐστὶ τοιοῦτος· οὐ γὰρ πείθομαι. Ὅσον γὰρ ἡ ἱεροσυλία κακὸν, οὐδὲ ἔστιν εἰπεῖν· ἀλλ' ὑμῶν φείδομαι· οὐ γὰρ βούλομαι τὴν ἀρετὴν τὴν ἡμετέραν κενοῦσθαι τῷ κατηγορεῖν ἑτέρων. Τί τοῦ τελώνου χεῖρον, εἰπέ μοι; Ἀληθὲς ἦν, ὅτι καὶ τελώνης ἦν, καὶ μυρίων ἔνοχος κακῶν· καὶ μόνον ἵνα εἴπῃ ὁ Φαρισαῖος, Ὅτι οὐκ εἰμὶ ὡς οὗτος ὁ τελώνης, πάντα ἀπώλεσε· σὺ περὶ τοῦ ἱερέως λέγεις, ὅτι Οὐκ εἰμὶ ὡς οὗτος ἱερόσυλος, καὶ οὐ πάντα κενοῖς; Ταῦτα λέγειν ἀναγκάζομαι καὶ ἐπεξιέναι τούτῳ τῷ λόγῳ, οὐκ ἐπειδὴ ἐκείνων μοι μέλει τοσοῦτον, ἀλλ' ἐπειδὴ περὶ ὑμῶν δέδοικα, μὴ κενώσητε ὑμῶν τὴν ἀρετὴν διὰ τῆς καυχήσεως ταύτης, διὰ τῆς κατακρίσεως. Ἄκουε γὰρ τοῦ Παύλου παραινοῦντος καὶ λέγοντος· Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. δʹ. Εἰπέ μοι, ἂν εἰς ἰατρεῖον ἔλθῃς τραῦμα ἔχων, μὴ ἀφεὶς φάρμακον ἐπιθεῖναι καὶ θεραπεῦσαι τὸ ἕλκος, περιεργάζῃ τὸν ἰατρὸν, εἴτε ἕλκος ἔχει, εἴτε οὐκ ἔχει; κἂν ἔχῃ δὲ, φροντίζεις; ἢ ἐπειδὴ ἔχει ἐκεῖνος, τὸ σαυτοῦ οὐ θεραπεύεις, καὶ λέγεις, Ἐχρῆν αὐτὸν ὑγιαίνειν ἰατρὸν ὄντα· ἐπειδὴ οὐχ ὑγιαίνει ἰατρὸς ὢν, ἀφίημι κἀγὼ τὸ ἕλκος τὸ ἐμὸν ἀνίατον; μὴ γὰρ, ἂν ὁ ἱερεὺς ᾖ κακὸς, παραμυθία ἔσται τῷ ἀρχομένῳ; Οὐδαμῶς, ἀλλὰ δώσει μὲν ἐκεῖνος δίκην τὴν ὡρισμένην· δώσεις δὲ καὶ σὺ τὴν ὀφειλομένην καὶ πρέπουσαν· καὶ γὰρ ὁ διδάσκαλος τάξιν λοιπὸν πληροῖ μόνον. Ἔσονται γὰρ, φησὶ, πάντες διδακτοὶ Θεοῦ, καὶ οὐ μὴ εἴπωσι, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Τίνος οὖν ἕνεκεν, φησὶ, προκάθηται· τίνος οὖν ἕνεκεν ἐφ 62.612 έστηκε; Μὴ λέγωμεν, παρακαλῶ, κακῶς τοὺς διδασκάλους, μηδὲ ἀκριβολογώμεθα περὶ τούτων, ἵνα μὴ κακῶς ἑαυτοὺς διαθῶμεν· τὰ ἡμέτερα ἐξετάζωμεν, καὶ οὐδένα ἐροῦμεν κακῶς. Αἰδεσθῶμεν τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἡμᾶς ἐφώτισεν. Ἂν πατέρα τις ἔχῃ, κἂν μυρία ἔχῃ δεινὰ, πάντα συσκιάζει. Μὴ δοξάζου γὰρ, φησὶν, ἐν ἀτιμίᾳ πατρός σου· οὐ γάρ ἐστί σοι δόξα ὡς ὄνειδος. Κἂν ἀπολίπῃ σύνεσις, συγγνώμην ἔχε. Εἰ δὲ ἐπὶ τῶν σωματικῶν πατέρων, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν πατέρων ταῦτα λεκτέον. Αἰδέσθητι ὅτι καθ' ἑκάστην ἡμέραν σοι διακονεῖται· ἀναγινώσκεσθαι ποιεῖ τὰς Γραφὰς, διὰ σὲ τὸν οἶκον κοσμεῖ, διὰ σὲ ἀγρυπνεῖ, διὰ σὲ εὔχεται, ὑπὲρ σοῦ ἕστηκε τὸν Θεὸν παρακαλῶν, διὰ σὲ λιτὰς ποιεῖ, ὑπὲρ σοῦ πᾶσα αὐτῷ ἡ θρησκεία. Ταῦτα αἰδέσθητι, ταῦτα ἐννόησον, μετὰ πάσης εὐλαβείας πρόσιθι. Εἰπέ μοι, φαῦλός ἐστι; Καὶ τί τοῦτο; ὁ γὰρ μὴ φαῦλος αὐτός σοι χαρίζεται τὰ μεγάλα ἀγαθά; Οὐδαμῶς· πρὸς τὴν πίστιν τὴν σὴν τὸ πᾶν ἐνεργεῖται. Οὔτε ὁ δίκαιος ὠφελήσει τι, μὴ ὄντος σου πιστοῦ, οὔτε ὁ φαῦλος βλάψει τι, ὄντος σου πιστοῦ. ∆ιὰ βοῶν ἐνήργησεν ὁ Θεὸς ἐπὶ τῆς κιβωτοῦ, ὅτε ἐβούλετο σῶσαι τὸν λαόν. Μὴ γὰρ ὁ βίος τοῦ ἱερέως, μὴ γὰρ ἡ ἀρετὴ τοσοῦτόν τι συντελεῖ; Οὐκ ἔστι τοιαῦτα ἃ χαρίζεται ὁ Θεὸς, ὡς ὑπὸ ἱερατικῆς ἀρετῆς ἀνύεσθαι· τὸ πᾶν τῆς χάριτός ἐστι· τούτου ἐστὶν ἀνοῖξαι μόνον τὸ στόμα, τὸ δὲ πᾶν ὁ Θεὸς ἐργάζεται· σύμβολον οὗτος πληροῖ μόνον. Ἐννόησον ὅσον ἐστὶ τὸ μέσον Ἰωάννου καὶ τοῦ Ἰησοῦ· ἄκουε γὰρ Ἰωάννου λέγοντος·Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ, Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Ἀλλ' ὅμως καὶ τοσούτου ὄντος τοῦ μέσου, καὶ Πνεῦμα κατηνέχθη, ὅπερ οὐκ εἶχεν Ἰωάννης. Ἐκ γὰρ πληρώματος αὐτοῦ, φησὶν, ἡμεῖς πάντες