1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

11

ἀφίσταται; Ὅταν ἴδῃς δίκαιον πάσχοντα κακῶς, ἀναμνήσθητι τούτου τοῦ παραδείγματος· οὔτε γὰρ ἂν δικαιότερον ἐκείνου τινὰ ἔχοις μοι νῦν εἰπεῖν· καὶ γὰρ δῆλον ἀπὸ τῆς ὑπομονῆς, δῆλον ἀπὸ τῶν ἐπάθλων· τὸν γὰρ πρῶτον εἴληχε τῆς ἀναπαύσεως τόπον, μετὰ τοῦ πατριάρχου τιμώμενος Ἀβραάμ· οὔτε μείζονα παθόντα κακὰ, οὔτε οὕτως ὑπεροφθέντα. Τί γὰρ ἂν ἔχοις εἰπεῖν, ὅταν μηδὲ τῶν ἀποπιπτόντων ψιχίων ἐμφορεῖσθαι ἔχῃ; Ὅταν οὖν ἴδῃς ἄκραν κακίαν· τί γὰρ ὠμότερον τοῦ τὸν ἐν συμφορᾷ τοσαύτῃ παρατρέχοντος; κακίαν εἰπεῖν μὴ αὐτὴ συνεζευγμένη· τί τοίνυν εὐπορώτερον γένοιτο ἂν τῆς τραπέζης ἐκείνης, καὶ τῆς ἀμφιάσεως ἄκραν τρυφὴν, καὶ εὐπραγίαν; πάλιν ὅταν ἴδῃς ἄκραν δικαιοσύνην· τί γὰρ ἂν γέ 50.762 νοιτο θεοφιλέστερον ψυχῆς τοιαῦτα πασχούσης, καὶ φερούσης γενναίως ἄκραν ταλαιπωρίαν; τί γὰρ ἂν γένοιτο ἀθλιώτερον λιμοῦ καὶ νοσήματος οὕτως ἀνιάτου; ποίαν ἔχεις, εἰπέ μοι, συγγνώμην, ἐν τοῖς ἄλλοις σκανδαλιζόμενος; μὴ γὰρ μέχρι τοῦ παρόντος βίου τὰ πράγματα ἕστηκεν; Ἀνάμεινον τὸ τέλος, καὶ τότε ὄψει τὸ κατ' ἀξίαν τῆς ἑκάστου ζωῆς· μὴ πρὸ τῶν βραβείων, μὴ πρὸ τῶν στεφάνων θορυβοῦ. Ὅταν οὖν ἴδῃς εἰς τὸ δικαστήριον ἀμφοτέρους εἰσελθόντας, καὶ τῆς ψήφου τυχόντας, τότε καὶ αὐτὸς τὴν περὶ ἑκάστου κρίσιν ἐξένεγκε. Πόσοι νῦν ταῖς ὁδοῖς ἐφεδρεύουσι, πόσοι διορύττουσι τοίχους, πόσοι θήκας τῶν κατοιχομένων ἀναῤῥήσσουσι, πόσοι γάμοις ἐπεβούλευσαν ἀλλοτρίοις, πόσοι δηλητηρίοις φαρμάκοις πολλοὺς ἀπώλεσαν; ἆρ' οὖν ὑπὲρ τούτων ἐγκαλοῦμεν τῷ δικαστῇ; Οὐδαμῶς. Ἂν μὲν γὰρ λαβὼν αὐτοὺς ὑποψήφους ἀφῇ, καὶ τὸν μὲν παθόντα κακῶς κολάσῃ, τὸν δὲ ποιήσαντα τιμήσῃ, καὶ στεφανώσας ἐκπέμψῃ, κατηγορίας ὄντως ἄξιος, καὶ ἐγκλημάτων ἐσχάτων· ὅταν δὲ μηδέπω ὦσι παραδοθέντες, μηδὲ ὁ καιρὸς ἐπιστῇ τῆς ψήφου, μήπω δὲ αὐτὸς τὰς εὐθύνας ἀπαιτῇ, προλαβὼν προκαταγινώσκεις; Ἀλλ' ἔδει, φησὶν, ἐντεῦθεν ἤδη δοῦναι δίκην τῶν ἡμαρτημένων. Ἐννόησον τὰ σαυτῷ βεβιωμένα, ἄνθρωπε, εἰς τὸ σὸν εἴσελθε συνειδὸς, καὶ μεταθήσῃ τὴν γνώμην· οὐκ ἐπαινέσεις ταύτην τὴν ψῆφον, ἀλλ' ἀποδέξῃ τῆς μακροθυμίας τὸν φιλάνθρωπον Θεόν. Εἰ γὰρ ἤμελλεν ἕκαστος παρ' αὐτὰ τὰ ἁμαρτήματα δίκην ἀπαιτεῖσθαι τῶν πεπλημμελημένων, οὐκ ἂν ἡμῶν ἔφθασε τὸ γένος πάλαι ἀναρπασθέν. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν, ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Ἀλλ' ὅταν ἀλγῇς ἐπὶ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ, λογίζου τὰ πεπλημμελημένα σοι μετὰ ἀκριβείας, καὶ χάριν εἴσῃ τῆς ἀνοχῆς, θαυμάσας τῆς ἀνεξικακίας αὐτόν. Θορυβῇ καὶ ἀλύεις, καὶ πάντα ταραχῆς πληροῖς, ἐπειδὴ ὁ δεῖνα παρ' ἀξίαν πλουτεῖ, καὶ ἀπολαύει θεραπείας τῆς παρὰ τῶν πολλῶν· εἶτα οὐκ ἀκούεις τοῦ ψαλμωδοῦ λέγοντος, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα ὀπίσω αὐτοῦ; Οὐκ ἀκούεις τοῦ προφήτου βοῶντος μετὰ μεγάλης τῆς φωνῆς, Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου; οὐχ ὁρᾷς ἐπιμαρτυροῦσαν ταῖς τῶν προφητῶν ἀποφάσεσιν αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν; οὐχ ὁρᾷς τὴν πεῖραν καὶ τὴν ἔκβασιν ἐπιψηφιζομένην τοῖς εἰρημένοις, Οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα; Ἄκουσον τοῦ Ἰὼβ τὸ αὐτὸ τοῦτο λέγοντος, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρὸς, γυμνὸς καὶ ἀπελεύσομαι, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Ἄκουσον τοῦ Παύλου τὰ αὐτὰ φιλοσοφοῦντος. Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Σὺ δὲ μακαρίζεις ἄνθρωπον οὐδὲν ἐντεῦθεν δυνάμενον ἀπενεγκεῖν ἐκεῖ τῶν ὀφειλόντων αὐτῷ παραστῆναι κατὰ τὴν ἡμέραν τῆς κρίσεως. Καὶ τίς ἄλλος ἀθλιότητος ὅρος, εἰπέ μοι, καὶ ταλανισμὸς, ἀλλ' ἢ ὅταν ὁ ἐν πολλῇ τρυφῇ ζήσας ἀπέρχηται πάντων ἐντεῦθεν ἀτιμότερος; Σὺ δὲ εἴ τινα τούτων τῶν εὐπορούντων καὶ σοβούντων ἐπὶ τῆς ἀγορᾶς